| ||||||
|
[τὰς διηγήσεις ταύτας, κἂν ψευδεῖς ὦσιν, ἀληθεῖς εἶναι πιστεύετε] Αθήναιος, Δειπνοσοφιστές 13, 79
79. Παρὰ δὲ Σπαρτιάταις, ὡς ῞Αγνων φησὶ ὁ ᾿Ακαδημαικός, πρὸ τῶν γάμων ταῖς παρθένοις ὡς παιδικοῖς νόμος ἐστὶν ὁμιλεῖν. Καὶ γὰρ ὁ νομοθέτης Σόλων ἔφη· Μηρῶν ἱμείρων καὶ γλυκεροῦ στόματος. Αἰσχύλος τε καὶ Σοφοκλῆς ἀναφανδὸν ἔφασαν, ὃ μἐν Μυρμιδόσιν· Σέβας δὲ μηρῶν ἁγνὸν οὐκ ἐπῃδέσω, ὦ δυσχάριστε τῶν πυκνῶν φιλημάτων. ῞Ο δ' ἐν Κολχίσιν περὶ Γανυμήδους τὸν λόγον ποιούμενος· Μηροῖς ὑπαίθων τὴν Διὸς τυραννίδα.
Οὐκ ἀγνοῶ δὲ ὅτι τὰ περὶ Κτατῖνον καὶ ᾿Αριστόδημον πεπλάσθαι φησὶν Πολέμων ὁ περιηγητὴς ἐν ταῖς πρὸς τὸν Νεάνθην ᾿Αντιγραφαῖς. ῾Υμεῖς δἐ, ὦ Κύνουλκε, τὰς διηγήσεις ταύτας, κἂν ψευδεῖς ὦσιν, ἀληθεῖς εἶναι πιστεύετε, καὶ τὰ τοιαῦτα τῶν ποιημάτων ἃ περὶ παιδικούς ἐστιν ἔρωτας ἡδέως μελετᾶτε...
Τοῦ παιδεραστεῖν παρὰ πρώτων Κρητῶν εἰς τοὺς ῞Ελληνας παρελθόντος, ὡς ἱστορεῖ Τίμαιος. ῎Αλλοι δέ φασι τῶν τοιούτων ἐρώτων κατάρξασθαι Λάιον ξενωθέντα παρὰ Πέλοπι καὶ ἐρασθέντα τοῦ υἱοῦ αὐτοῦ Χρυσίππου, ὃν καὶ ἁρπάσαντα καὶ ἀναθέμενον εἰς ἃρμα εἰς Θήβας φυγεῖν. Πράξιλλα δ' ἡ Σικυωνία ὑπὸ Διός φησιν ἁρπασθῆναι τὸν Χρύσιππον καὶ Κελτοὶ δὲ τῶν βαρβάρων καίτοι καλλίστας ἔχοντες γυναῖκας παιδικοῖς μᾶλλον χαίρουσιν· ὡς πολλάκις ἐνίους ἐπι ταῖς δοραῖς μετὰ δύο ἐρωμένον ἀναπαύεσθαι. Πέρσας δὲ παρ' ῾Ελλήνων φησὶν ῾Ηρόδοτος μαθεῖν τὸ παισὶν χρῆσθαι.
http://www.sflt.ucl.ac.be/files/AclassFTP/Textes/ATHENEE/deipnosophistes_13.txt
ἱμείρω: επιθυμώ # ορέγομαι # λαχταρώ # λιγουρεύομαι # ποθώ ὑπαίθω: βάζω φωτιά από κάτω, κρυφά# σιγοκαίω# κρυφοκαίω
|
|