ιστορικό δημοσιεύσεων

Καλώς ήρθατε! στον προσωπικό δικτυακό τόπο του Βασίλη Συμεωνίδη

αρχική

 

φιλολογικά

 
έκθεση α΄ λυκείου
 
έκθεση β΄ λυκείου
 
έκθεση γ΄ λυκείου
 

λογοτεχνία

 

αρχαία

 

ιστορία σχολική

 

ιστορία

 

φιλοσοφία
 
εκτός ύλης
 
συζητώντας
 
επικοινωνία

.................................

Βασίλης Συμεωνίδης

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

 

τεχνική υποστήριξη

Σταυρούλα Φώλια

 [οὐ καθεδήσεται λίθος ἐπὶ λίθῳ…]

σε αρχείο .doc

 

Διογένης Λαέρτιος, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, Βιβλίο Β, 65- 104

Αρίστιππος

 

 

[67] Διονυσίου δέ ποτε τριῶν ἑταιρῶν οὐσῶν μίαν ἐκλέξασθαι κελεύσαντος, τὰς τρεῖς ἀπήγαγεν εἰπών, "οὐδὲ τῷ Πάριδι συνήνεγκε μίαν προκρῖναι·" ἀπαγαγὼν μέντοι, φασίν, αὐτὰς ἄχρι τοῦ θυρῶνος ἀπέλυσεν.

 

[68] Παριόντα ποτὲ αὐτὸν λάχανα πλύνων Διογένης ἔσκωψε καί  φησιν, "εἰ ταῦτα ἔμαθες προσφέρεσθαι, οὐκ ἂν τυράννων αὐλὰς ἐθεράπευες." ὁ δέ, "καὶ σύ," εἶπεν, "εἴπερ ᾔδεις ἀνθρώποις ὁμιλεῖν, οὐκ ἂν λάχανα ἔπλυνες".

 

[69] ἐρωτηθεὶς ὑπὸ Διονυσίου διὰ τί οἱ μὲν φιλόσοφοι ἐπὶ τὰς τῶν πλουσίων θύρας ἔρχονται, οἱ δὲ πλούσιοι ἐπὶ τὰς τῶν φιλοσόφων οὐκέτι, ἔφη, "ὅτι οἱ μὲν ἴσασιν ὧν δέονται, οἱ δ' οὐκ ἴσασιν."

 

εἰσιών ποτε εἰς ἑταίρας οἰκίαν καὶ τῶν σὺν αὐτῷ μειρακίων τινὸς ἐρυθριάσαντος, "οὐ τὸ εἰσελθεῖν,"  ἔφη, "χαλεπόν, ἀλλὰ τὸ μὴ δύνασθαι ἐξελθεῖν".

 

[70] εἰπόντος τινὸς ὡς ἀεὶ τοὺς φιλοσόφους βλέποι παρὰ ταῖς τῶν πλουσίων θύραις, "καὶ γὰρ οἱ ἰατροί," φησί, "παρὰ ταῖς τῶν νοσούντων· ἀλλ' οὐ παρὰ τοῦτό τις ἂν ἕλοιτο νοσεῖν ἢ ἰατρεύειν".

 

[72] ἐρωτηθεὶς ὑπό τινος τί αὐτοῦ ὁ υἱὸς ἀμείνων ἔσται παιδευθείς, "καὶ εἰ μηδὲν ἄλλο," εἶπεν, "ἐν γοῦν τῷ θεάτρῳ οὐ καθεδήσεται λίθος ἐπὶ λίθῳ".

 

[73] αὐχοῦντός τινος ἐπὶ τῷ πολλὰ πίνειν καὶ μὴ μεθύσκεσθαι, "τοῦτο καὶ ἡμίονος," φησί.

 

[74] Πρὸς τὸν αἰτιώμενον ὅτι ἑταίρᾳ συνοικεῖ, "ἆρά γε," εἰπεῖν, "μή τι διενέγκαι <ἂν> οἰκίαν λαβεῖν ἐν ᾗ πολλοί ποτε ᾤκησαν ἢ μηδείς;" εἰπόντος δὲ οὔ, "τί δὲ πλεῦσαι ἐν νηῒ ᾗ μυρίοι ποτὲ ἐνέπλευσαν ἢ μηδείς;" "οὐδαμῶς." "οὐδ' ἄρα γυναικί," ἔφη, "συνεῖναι ᾗ πολλοὶ κέχρηνται ἢ μηδείς".

 

[75] ἐχρῆτο καὶ Λαΐδι τῇ ἑταίρᾳ, καθά φησι Σωτίων ἐν δευτέρῳ τῶν Διαδοχῶν. πρὸς οὖν τοὺς μεμφομένους αὐτῷ ἔφη, "ἔχω [Λαΐδα], ἀλλ' οὐκ ἔχομαι· ἐπεὶ τὸ κρατεῖν καὶ μὴ ἡττᾶσθαι ἡδονῶν ἄριστον, οὐ τὸ μὴ χρῆσθαι." πρὸς τὸν ὀνειδίσαντα αὐτῷ πολυτελῆ ὀψωνίαν, "σὺ δ' οὐκ ἄν," ἔφη, "τριωβόλου ταῦτ' ἐπρίω;" ὁμολογήσαντος δέ, "οὐκέτι τοίνυν," ἔφη, "φιλήδονος ἐγώ, ἀλλὰ σὺ φιλάργυρος".

 

 

[86 – 87] Οἱ μὲν οὖν τῆς ἀγωγῆς τῆς Ἀριστίππου μείναντες καὶ Κυρηναϊκοὶ προσαγορευθέντες δόξαις ἐχρῶντο τοιαύταις· δύο πάθη ὑφίσταντο, πόνον καὶ ἡδονήν, τὴν μὲν λείαν κίνησιν, τὴν ἡδονήν, τὸν

δὲ πόνον τραχεῖαν κίνησιν. μὴ διαφέρειν τε ἡδονὴν ἡδονῆς, μηδὲ ἥδιόν τι εἶναι· καὶ τὴν μὲν εὐδοκητὴν πᾶσι ζῴοις, τὸν δ' ἀποκρουστικόν. ἡδονὴν μέντοι τὴν τοῦ σώματος, ἣν καὶ τέλος εἶναι, καθά φησι Παναίτιος ἐν τῷ Περὶ τῶν αἱρέσεων, οὐ τὴν καταστηματικὴν ἡδονὴν τὴν ἐπ' ἀναιρέσει ἀλγηδόνων καὶ οἷον ἀοχλησίαν, ἣν ὁ Ἐπίκουρος ἀποδέχεται καὶ τέλος εἶναί φησιν. δοκεῖ δ' αὐτοῖς καὶ τέλος εὐδαιμονίας διαφέρειν. τέλος μὲν γὰρ εἶναι τὴν κατὰ μέρος ἡδονήν, εὐδαιμονίαν δὲ τὸ ἐκ τῶν μερικῶν ἡδονῶν σύστημα, αἷς συναριθμοῦνται καὶ αἱ παρῳχηκυῖαι καὶ αἱ μέλλουσαι.

Ερασιτεχνική δημιουργία τον Οκτώβριο του 2004.  Τελευταία ενημέρωση:  Κυριακή, 15 Μαΐου 2011.