ιστορικό δημοσιεύσεων

Καλώς ήρθατε! στον προσωπικό δικτυακό τόπο του Βασίλη Συμεωνίδη

αρχική

 

φιλολογικά

 
έκθεση α΄ λυκείου
 
έκθεση β΄ λυκείου
 
έκθεση γ΄ λυκείου
 

λογοτεχνία

 

αρχαία

 

ιστορία σχολική

 

ιστορία

 

φιλοσοφία
 
εκτός ύλης
 
συζητώντας
 
επικοινωνία

.................................

Βασίλης Συμεωνίδης

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

 

τεχνική υποστήριξη

Σταυρούλα Φώλια

[παιδίον με νενίκηκεν εὐτελείᾳ]

 σε αρχείο .doc

Διογένης Λαέρτιος, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων, Βιβλίο Στ, 20- 81

Διογένης Κυνικός

 

 

[24] Δεινός τ' ἦν κατασοβαρεύσασθαι τῶν ἄλλων. καὶ τὴν μὲν Εὐκλείδου σχολὴν ἔλεγε χολήν, τὴν δὲ Πλάτωνος διατριβὴν κατατριβήν, τοὺς δὲ Διονυσιακοὺς ἀγῶνας μεγάλα θαύματα μωροῖς ἔλεγε καὶ τοὺς δημαγωγοὺς ὄχλου διακόνους. ἔλεγε δὲ καὶ ὡς ὅταν μὲν ἴδῃ κυβερνήτας ἐν τῷ βίῳ καὶ ἰατροὺς καὶ φιλοσόφους, συνετώτατον εἶναι τῶν ζῴων νομίζειν τὸν ἄνθρωπον· ὅταν δὲ πάλιν ὀνειροκρίτας καὶ μάντεις καὶ τοὺς προσέχοντας τούτοις ἢ τοὺς ἐπὶ δόξῃ καὶ πλούτῳ πεφυσημένους, οὐδὲν ματαιότερον νομίζειν ἀνθρώπου.

 

[27] τούς τε γραμματικοὺς ἐθαύμαζε τὰ μὲν τοῦ Ὀδυσσέως κακὰ ἀναζητοῦντας, τὰ δ' ἴδια ἀγνοοῦντας.

 

[29] φησὶ δὲ Μένιππος ἐν τῇ Διογένους Πράσει (Wachsmuth p. 82, n. 7) ὡς ἁλοὺς καὶ πωλούμενος ἠρωτήθη τί οἶδε ποιεῖν. ἀπεκρίνατο, "ἀνδρῶν ἄρχειν"· καὶ πρὸς τὸν κήρυκα, "κήρυσσε," ἔφη, "εἴ τις ἐθέλει δεσπότην αὑτῷ πρίασθαι".

 

[32] εἰσαγαγόντος τινὸς αὐτὸν εἰς οἶκον πολυτελῆ καὶ κωλύοντος πτύσαι, ἐπειδὴ ἐχρέμψατο, εἰς τὴν ὄψιν αὐτοῦ ἔπτυσεν, εἰπὼν χείρονα τόπον μὴ εὑρηκέναι. οἱ δὲ τοῦτο Ἀριστίππου φασί. φωνήσας ποτέ, "ἰὼ ἄνθρωποι," συνελθόντων, καθίκετο τῇ βακτηρίᾳ, εἰπών, "ἀνθρώπους ἐκάλεσα, οὐ καθάρματα," ὥς φησιν Ἑκάτων ἐν τῷ πρώτῳ τῶν Χρειῶν.

 

[37] Θεασάμενός ποτε παιδίον ταῖς χερσὶ πῖνον ἐξέρριψε τῆς πήρας τὴν κοτύλην, εἰπών, "παιδίον με νενίκηκεν εὐτελείᾳ".

 

[41] Ἐν Μεγάροις ἰδὼν τὰ μὲν πρόβατα τοῖς δέρμασιν ἐσκεπασμένα, τοὺς δὲ παῖδας αὐτῶν γυμνούς, ἔφη, "λυσιτελέστερόν ἐστι Μεγαρέως εἶναι κριὸν ἢ υἱόν".

 

[43] φησὶ δὲ Διονύσιος ὁ στωικὸς ὡς μετὰ Χαιρώνειαν συλληφθεὶς ἀπήχθη πρὸς Φίλιππον· καὶ ἐρωτηθεὶς τίς εἴη, ἀπεκρίνατο, "κατάσκοπος τῆς σῆς ἀπληστίας". ὅθεν θαυμασθεὶς ἀφείθη.

 

[44 Ἀλεξάνδρου ποτὲ πέμψαντος ἐπιστολὴν πρὸς Ἀντίπατρον εἰς Ἀθήνας διά τινος Ἀθλίου, παρὼν ἔφη· ἄθλιος παρ' ἀθλίου δι' ἀθλίου πρὸς ἄθλιον.

 

[46] ἐν δείπνῳ προσερρίπτουν αὐτῷ τινες ὀστάρια ὡς κυνί· καὶ ὃς ἀπαλλαττόμενος προσούρησεν αὐτοῖς ὡς κύων.

 

[60] Ἐπανῄει ἀπ' Ὀλυμπίων· πρὸς οὖν τὸν πυθόμενον εἰ ὄχλος εἴη πολύς, "πολὺς μέν," εἶπεν, "ὁ ὄχλος, ὀλίγοι δ' οἱ ἄνθρωποι".

 

[61] ἰδὼν Ὀλυμπιονίκην εἰς ἑταίραν πυκνότερον ἀτενίζοντα, "ἴδε," ἔφη, "κριὸν Ἀρειμάνιον ὡς ὑπὸ τοῦ τυχόντος κορασίου τραχηλίζεται". τὰς εὐπρεπεῖς ἑταίρας ἔλεγε θανασίμῳ μελικράτῳ παραπλησίας εἶναι.

 

[69] Ἐρωτηθεὶς τί κάλλιστον ἐν ἀνθρώποις, ἔφη, "παρρησία". εἰσελθὼν εἰς διδασκάλου καὶ Μούσας μὲν ἰδὼν πολλάς, μαθητὰς δὲ ὀλίγους, "σὺν θεοῖς," ἔφη, "διδάσκαλε, πολλοὺς μαθητὰς ἔχεις".

Ερασιτεχνική δημιουργία τον Οκτώβριο του 2004.  Τελευταία ενημέρωση:  Κυριακή, 15 Μαΐου 2011.