Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 1 Ὀκτωβρίου 2023, ΙΖ΄ Ἐπιστολῶν (Β΄ Κορ. ς΄ 16-ζ΄ 1)

[…] ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐ­­­­­­­­­­­­­­­­­­­­­τοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. 17 διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, 18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ.

ιζ΄ 1 Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ­ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ­ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 2 Ὀκτωβρίου 2022, Β΄ Λουκᾶ (Λουκ. ς΄ 31-36)

31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁ­­­μοίως. 32 καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγα­πῶντας ὑμᾶς, ποία ὑ­μῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτω­λοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. 33 καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. 34 καὶ ἐὰν δανείζητε παρ᾿ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπο­λάβωσι τὰ ἴσα. 35 πλὴν ἀγαπᾶτε τοὺς ἐ-χ­θροὺς ὑμῶν καὶ ἀγαθοποι­εῖτε καὶ δανείζετε μηδὲν ἀ­­πελπίζοντες, καὶ ἔσται ὁ μι­σθὸς ὑμῶν πολύς, καὶ ἔσε­σθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀ­­­χαρίστους καὶ πονηρούς. 36 Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰ­­κτίρμων ἐστί.

Γέροντας Ανανίας: Γιατί μετέστη ο Απόστολος Ιωάννης;

 

Ευαγγελιστής, Απόστολος Ιωάννης.

(Επιμέλεια Στέλιος Κούκος)

Εξεφωνήθη την 19η Σεπτεμβρίου 2007

[…] Στον Άγιο Ιωάννη τον Θεολόγο, 26 Σεπτεμβρίου. Κι εδώ σταματάμε. Είναι η μετάσταση του αγίου Ιωάννου του Θεολόγου.

Τι έγινε με τον άγιο Ιωάννη τον Θεολόγο; Την ιστορία την ξέρομε, βέβαια, από τις Γραφές, το ευαγγέλιο, έχει γράψει και ευαγγέλιο, έχει γράψει την «Αποκάλυψη», ώρες μπορούμε να μιλάμε για τον άγιο Ιωάννη. Τι θα πει μετάσταση; Ενός άλλου του λέει μνήμη. Τι σημαίνει μετάσταση; Πού άλλου λέμε μετάσταση; Στην Κοίμηση της Θεοτόκου. Λέμε Κοίμησις και Μετάστασις της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και αειπαρθένου Μαρίας.

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 24 Σεπτεμβρίου 2023, ΛΓ΄ Ἐπιστολῶν (Β΄ Τιμ. γ΄ 10-15)

10 Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, 11 τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένοντο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις. οἵους διωγμοὺς ὑπήνεγκα! καὶ ἐκ πάντων με ἐρρύσατο ὁ Κύριος. 12 καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· 13 πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. 14 σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, 15 καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 24 Σεπτεμβρίου 2023, Α΄ Λουκᾶ (Λουκ. ε΄ 1-11)

Τῷ καιρῷ ἐκείνῳ, ἑστὼς ὁ ᾿Ιησοῦς παρὰ τὴν λίμνην Γεννησαρέτ, εἶδε δύο πλοῖα ἑστῶ­τα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀ­ποβάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ­ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου

τοὺς ὄχλους. ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα, δι᾿ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ρήματί σου χαλάσω τὸ δίκτυον. καὶ τοῦτο ποιήσαν­τες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυ­θίζεσθαι αὐτά. ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν ᾿Ιησοῦ λέγων· ἔξ­ελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, ὁμοίως δὲ καὶ ᾿Ιάκωβον καὶ ᾿Ιωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ ᾿Ιησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.