Άσκηση στα δευτερόκλιτα επίθετα

Εντόπισε τους 17 τύπους των δευτερόκλιτων επιθέτων.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΓΝΩΣΕΩΣ ΣΦΥΓΜΩΝ ΛΟΓΟΣ Δ’
Ὅσα μὲν ὑπάρχει τοῖς σφυγμοῖς κατὰ τὸν τῆς οὐσίας αὐτῶν λόγον, ἔμπροσθεν εἴρηται πάντα· περὶ δὲ τῶν ἄλλων, ὅσα μήτ' ἄνευ τῆς κινήσεως τῶν ἀρτηριῶν διαγνωσθῆναι δύναται μήτ' ἐστὶν αὐτῆς , νῦν ἐροῦμεν. ἔστι δή τις ἐν τῷ διαστέλλεσθαι τὴν ἀρτηρίαν ἁπτομένοις ἡμῖν οἷον πληγὴ γιγνομένη κατὰ τὴν ἁφὴν, ἣν, ὅταν μὲν ᾖ, κυρίως σοι δόξουσι πληγὴν καλεῖν, οὐ μὴν οὕτως κᾂν ᾖ. περὶ ταύτης δὴ τῆς ὄντως πληγῆς, ἣν προσβολὴν εἶναί φαμεν, σκεπτέον ἀκριβῶς. ἕπεσθαι γὰρ οὐκ εἴδεσι σφυγμῶν δοκεῖ, καὶ καὶ μεγάλῳ καὶ ταχεῖ καὶ καὶ σπασμώδει καὶ κλονώδει. ἵν' οὖν τις μὴ ἐξαπατηθεὶς τῷ συμπτώματι περὶ τὴν διάγνωσιν αὐτῶν σφαλῇ, σκεπτέον ὑπὲρ ἁπάντων ἐπιμελῶς. εἰ μὲν γὰρ ἄλλοις γνωρίσμασι διακρίνειν αὐτοὺς ἐστι, ἐκεῖνα μαθόντες ἔχοιμεν ἂν ἤδη τὸ πᾶν· εἰ δ' , ἀποχρήσει γοῦν τὸ γιγνώσκειν, ὡς τοῦτο πλειόνων ἐστὶ σφυγμῶν. ἀρχὴ δὲ τῆς σκέψεως τὸ μαθεῖν τὴν αἰτίαν δι' ἣν πολλοῖς οὕτω σφυγμοῖς ἓν ἕπεσθαι δοκεῖ πάθημα, τὸ τῆς πληγῆς. ᾧδ' οὖν, ἐπειδὴ χρὴ μὲν ἀπωσθῆναι τὴν ἁφὴν ὑπὸ τοῦ σφυγμοῦ, μέλλουσαν αἰσθήσεσθαι τῆς προσβολῆς αὐτοῦ, ὠθεῖται δ' οὐχ ὁμοίως διὰ παντὸς, ἀλλὰ ποτὲ μὲν μᾶλλον, ποτὲ δ' ἧττον, ποτὲ δὲ ὥστε ψαύειν μόνον, ὅσαι κινήσεις αὐτὴν ὠθοῦσι καὶ ἀνατρέπουσιν ἐπὶ πολὺ, αὗται φαντασίαν ἐργάζονται τῆς πληγῆς.


© Γιάννης Παπαθανασίου - Ελληνικός Πολιτισμός