Περσέας, Γραίες, Γοργόνες

 

 

τῇ γὰρ Δανάῃ ὡς χρυσὸς μιγεὶς ὁ Ζεὺς ἐγέννησεν αὐτόν· ὑπὸ δὲ τοῦ Πολυδέκτου πεμφθεὶς ἐπὶ τὰς Γοργόνας τήν τε κυνῆν ἔλαβε παρ᾽ Ἑρμοῦ καὶ τὰ πέδιλα, ἐν οἷς διὰ τοῦ ἀέρος ἐποιεῖτο τὴν πορείαν· δοκεῖ δὲ καὶ ἅρπην παρ᾽ Ἡφαίστου λαβεῖν ἐξ ἀδάμαντος· ὡς δὲ Αἰσχύλος φησὶν ὁ τῶν τραγῳδιῶν ποιητὴς ἐν Φορκίσιν, Γραίας εἶχον προφύλακας αἱ Γοργόνες· αὗται δὲ ἕνα εἶχον ὀφθαλμὸν καὶ τοῦτον ἀλλήλαις παρεδίδοσαν κατὰ φυλακήν· τηρήσας δ᾽ ὁ Περσεὺς ἐν τῇ παραδόσει, λαβὼν ἔρριψεν αὐτὸν εἰς τὴν Τριτωνίδα λίμνην, καὶ οὕτως ἐλθὼν ἐπὶ τὰς Γοργόνας ὑπνωκυίας ἀφείλετο τῆς Μεδούσης τὴν κεφαλήν, ἣν ἡ Ἀθηνᾶ περὶ τὰ στήθη ἔθηκεν αὑτῆς, τῷ δὲ Περσεῖ τὴν εἰς τὰ ἄστρα θέσιν ἐποίησεν, ὅθεν ἔχων θεωρεῖται καὶ τὴν Γοργόνος κεφαλήν. (Ερατ., Κατ. 1.22)