Υποθετικοί Λόγοι
1.
Πραγματικό
-
Εἰ νικήσετε, ἁπάντων τούτων
ὑμεῖς κύριοι ἔσεσθε.
-
Εἰ ἡττηθήσεσθε, ταῦτα πάντα
οἱ πολέμιοι λήψονται.
-
Εἴ τις μὲν ζῆν βουλόμενος
φεύγειν ἐπιχειρεῖ, οὗτος μῶρος
ἐστιν.
-
Εἴ τις χρημάτων
ἐπιθυμῶν ἧτταν προσίεται, οὗτος
προδότης τῆς πατρίδος ἐστίν.
2.
Αντίθετο του πραγματικού
-
Εἰ τοῦτο ἐποιοῦμεν,
ἅπαντες ἂν ἀπολώμεθα.
-
Εἰ μὴ ἐγὼ ἐκέλευσα,
οὐκ ἂν ἐποίησεν Ἀγησίλαος.
-
Ἥλιος εἰ μὴ ἦν, ἐν
νυκτὶ ἂν διήγομεν.
-
Εἰ γὰρ οἷόν τ’ ἦν
ἀθανάτους εἶναι, ἄξιον ἦν
πενθεῖν τοὺς ἐν τῷ πολέμῳ
τούτῳ πεσόντας.
-
Λύκος ἰδὼν ποιμένας ἐσθίοντας
ἐν σκηνῇ πρόβατον, ἐγγὺς
προσελθὼν ἔφη· ἡλίκος ἦν
ὑμῖν θόρυβος, εἰ ἐγὼ
τοῦτο ἐποίουν.
3.
Προσδοκώμενο
-
Ἐὰν τι κακὸν ἐπιτηδεύσωσιν,
οὐκ ἀπολυθήσονται τῆς τιμωρίας.
-
Ἢν φύγῃ Ἁβροκόμας,
ἕλεσθε ἄλλον ἡγεμόνα.
-
Ἂν θεὸς ἐθέλῃ,
ῥᾳδίως κρατήσομεν τῶν πολεμίων.
-
Ἐὰν τοῦτον ἀποκτείνητε,
βλάψετε ὑμᾶς αὐτούς.
-
Ἀπολούμεθα, ἐὰν μίαν ἔτι
τοιαύτην νίκην νικήσωμεν.
-
Ἐὰν τα ὅπλα παραδῶτε,
σπονδαὶ ἔστων.
4.
Αόριστη Επανάληψη στο Παρόν και το
Μέλλον
-
Ἐὰν τὰ ἀδύνατα θηρεύῃς,
δυστυχίαν τῷ σῷ βίῳ παρέχεις.
-
Ἐὰν οἱ ἄνθρωποι τὴν
δίκην καταλύωσιν, ἀσφάλειαν οὐκ
ἔχουσιν.
-
Ἐὰν οἱ πολῖται τοῖς
ἄρχουσιν πείθωνται, ἄριστα οἱ
πόλεις οἰκοῦνται.
-
Ἢν ἐγγὺς ἔλθῃ
θάνατος, οὐδεὶς βούλεται θνῄσκειν.
-
Ἐὰν τὰ ἀγαθὰ πράττωμεν,
χαρὰν μεγάλην τῇ μητρὶ καὶ τῷ
πατρὶ παρέχομεν.
-
Ἐὰν τις, παῖς ὤν, καλῶς
παιδεύηται,
ἀνὴρ ὤν, τὰ καλὰ ἐπιτηδεύει.
5.
Απλή σκέψη
-
Εἰ δέοι πολεμεῖν, ἄμεινον ἄν
πολεμοῖμεν ἔχοντες τὰ ὅπλα ἢ
παραδόντες.
-
Εἴ τις περιέλοιτο τῆς ποήσεως
πάσης το τε μέλος καὶ τὸν ῥυθμὸν
καὶ τὸ μέτρον, λόγοι γίγνονται τὰ
λειπόμενα.
-
Δυστυχέστατος τῶν ἀνθρώπων ἂν
εἴην, εἰ τῆς πατρίδος
ἀποστερηθείην.
-
Ἐπιλείποι ἂν ἡμᾶς ὁ πᾶς
χρόνος, εἰ τὰς Ἡρακλέους πράξιες
ἁπάσας καταριθμησαίμεθα.
-
Εἴ τις τὴν ἐλπίδα ἐκ τοῦ
βίου ἀποβάλοι, τι ἂν ἀγαθὸν
ὑπολελειμμένον εἴη;
-
Εἴ τις μὴ τρέφοιτο, οὐκ ἂν
ζῴη.
-
Εἴ τις ἆθλα προτιθείη τοῖς
γεωργοῖς, πολὺ ἄν ἐπιδοίη ἡ
γεωργία.
-
Εἰ οὐ γνοῖμεν τίνες ἐστὲ
καὶ τίσι πολεμεῖτε, βοηθήσαιμεν ἂν
ὑμῖν.
6.
Αόριστη Επανάληψη στο Παρελθόν
-
Κίμων, εἴ τινι ὑπόσχοιτό τι,
οὐδαμῶς ἐψεύδετο.
-
Εἴ τις καλῶς ὑπηρετήσειε
Φιλίππῳ, οὐδενὶ ἂν εἴασε
τὴν προθυμίαν ἀχάριστον.
-
Εἴ τις Κύρῳ δοκοίη βλακεύειν,
ἔπαισεν ἄν.
-
Οἱ Ἕλληνες τὸ πάλαι, εἰ
βούλοιντο εἰς λόγους ἐλθεῖν πρὸς
ἀλλήλους, κήρυκας ἔπεμπον.
-
Ἀγησίλαος εἰ τοὺς νέους
γυμναζομένους ἴδοι, ἐπῄνεσεν ἄν.
-
Εἰ τὰ ψηφίσματα αὐτάρκη εἶεν,
ἠνάγκασαν ἄν ἡμᾶς ποεῖν τὰ
προσήκοντα.
-
Εἰ οἱ Λακεδαιμόνιοι στρατεύοιντο
ἔξω χώρας, μάντεις ἦσαν ἐν τῷ
στρατοπέδῳ καὶ ἱερεῖς φέροντες
πῦρ ἀπὸ τοῦ Διὸς βωμοῦ.
Και
τα 6 είδη:
-
Εἰ
γὰρ τοὺς κρείττους νικᾷς,
θαυμαστὸς εἶ.
Πραγματικό
-
Εἰ
γὰρ τοὺς κρείττους ἐνίκας,
θαυμαστὸς ἦσθα.
Αντίθετο του Πραγματικού
-
Εὰν
γὰρ τοὺς κρείττους νικᾷς,
θαυμαστὸς ἔσει.
Προσδοκώμενο
-
Εὰν
γὰρ τοὺς κρείττους νικᾷς,
θαυμαστὸς εἶ.
Αόριστη επανάληψη στο παρόν και το μέλλον
-
Εἰ
γὰρ τοὺς κρείττους νικῴης,
θαυμαστὸς ἂν εἴης.
Απλή σκέψη
-
Εἰ
γὰρ τοὺς κρείττους νικᾷς,
θαυμαστὸς ἂν ἐγένου.
Αόριστη επανάληψη στο
παρελθόν
|