ΠΑΛΛΑΔΙΟΥ: ΛΑΥΣΑΙΚΗ ΙΣΤΟΡΙΑ (β΄)

 

Περὶ ᾿Απολλωνίου

  

 

  ᾿Απολλώνιός τις ὀνόματι ἀπὸ πραγματευτῶν, ἀποταξάμενος καὶ οἰκήσας τὸ ὄρος τῆς Νιτρίας, μήτε τέχνην μαθεῖν δυνάμενος μήτε ἄσκησιν γραφικὴν τῷ ἠκμακέναι, ζήσας ἐν τῷ ὄρει εἴκοσι ἔτη ταύτην ἔσχε τὴν ἄσκησιν· ἐκ τῶν ἰδίων χρημάτων καὶ ἐκ τῶν ἰδίων πόνων παντοῖα ἰατρικὰ καὶ κελλαρικὰ ἀγοράζων εἰς τὴν ᾿Αλεξάνδρειαν, πάσῃ τῇ ἀδελφότητι ἐπήρκει εἰς τὰς νόσους.  Καὶ ἦν ἰδεῖν αὐτὸν ὄρθριον μέχρις ἐννάτης ὥρας, κυκλεύοντα τὰ μοναστήρια, καὶ κατὰ θύραν εἰσερχόμενον μή τις ἀνάκειται· ἐβάσταζε  δὲ σταφίδας, ῥόας, ᾠά, σιλίγνια, ὧν ἐπιδέονται οἱ ἀρρωστοῦντες, ταύτην αὐτῷ λυσιτελοῦσαν εὑρὼν πολιτείαν εἰς τὸ γῆρας. ῝Ος τελευτῶν ὁμοίῳ ἑαυτοῦ καταλιμπάνει τὰ γρυτάρια, παρακαλέσας αὐτὸν ταύτην ἐκτελεῖν τὴν διακονίαν. Πεντακισχιλίων γὰρ μοναχῶν οἰκούντων τὸ ὄρος χρεία ἦν καὶ τῆς ἐπισκέψεως ταύτης διὰ τὸ ἔρημον εἶναι τὸν τόπον.

 

Περὶ Παησίου καὶ ᾿Ησαΐου

   

῎Αλλος Παήσιος καὶ ᾿Ησαΐας οὕτω καλούμενοι, ἀδελφοὶ ὑπῆρχον πατρὸς ἐμπόρου Σπανοδρόμου· οἵτινες τοῦ πατρὸς τελευτήσαντος ἐμερίσαντο τὰ ὑπάρχοντα ἐν ἀκινήτοις ἃ ἔσχον, ἐν μὲν νομισματίοις πεντακισχιλίοις, ἐν ἱματίοις δὲ καὶ οἰκέταις τὰ εὑρεθέντα. Οὗτοι μετ' ἀλλήλων ἐσκέψαντο καὶ συμβουλεύονται πρὸς ἑαυτοὺς λέγοντες· «᾿Επὶ ποίαν ἔλθωμεν μέθοδον τοῦ βίου, ἄδελφε; ἐὰν ἔλθωμεν ἐπὶ τὴν ἐμπορίαν ἣν μετῆλθεν ὁ πατὴρ ἡμῶν, καὶ ἡμεῖς ἑτέροις ἔχομεν καταλεῖψαι τοὺς πόνους·  ἴσως δὲ καὶ κινδύνοις περιπεσούμεθα λῃστρικοῖς ἢ θαλαττικοῖς. Δεῦρο τοίνυν, ἐπὶ τὸν μονήρη βίον ἔλθωμεν, ἵνα καὶ τὰ τοῦ πατρὸς ἡμῶν κερδήσωμεν, καὶ τὰς ψυχὰς μὴ ἀπολέσωμεν». ῎Ηρεσεν οὖν αὐτοῖς ὁ σκοπὸς τοῦ μονήρους βίου. Εὑρέθησαν δὲ ἄλλος κατ' ἄλλο διαφωνοῦντες. Μερισάμενοι γὰρ τὰ χρήματα, τοῦ μὲν σκοποῦ εἴχοντο ἕκαστος τοῦ ἀρέσαι θεῷ, ἐνηλλαγμένῃ δὲ πολιτείᾳ.  ῾Ο μὲν γὰρ πάντα διασκορπίσας ἀσκητηρίοις καὶ ἐκκλησίαις καὶ φυλακαῖς, τεχνίδριον μαθὼν ὅθεν τὸν  ἄρτον πορίσηται, τῇ ἀσκήσει καὶ τῇ εὐχῇ προσέσχεν. `O δ’ ἄλλος μηδὲν διασκορπίσας, ἀλλὰ ποιήσας ἑαυτῷ μοναστήριον καὶ προσλαβόμενος ἀδελφοὺς ὀλίγους, πάντα ξένον ἐδεξιοῦτο, πάντα ἄρρωστον, πάντα γέροντα, πάντα πένητα, κατὰ κυριακὴν καὶ σάββατον τρεῖς ἢ τέσσαρας τραπέζας ἱστῶν· οὕτως αὐτοῦ κατηνάλωσε τὰ χρήματα.

     ᾿Αμφοτέρων δὲ τελευτησάντων, διάφοροι μακαρισμοὶ τούτων ἐγίνοντο, ὡς ἀμφοτέρων τελειωθέντων· καὶ τοῖς μὲν ἤρεσκεν οὗτος, τοῖς δὲ ἐκεῖνος. Φιλονεικίας οὖν ἐμπεσούσης τῇ ἀδελφότητι ἐπὶ τοῖς ἐπαίνοις, ἀπέρχονται πρὸς τὸν μακάριον Παμβὼ καὶ ἀνατίθενται αὐτῷ τὴν ἐπίκρισιν, ἀξιοῦντες μαθεῖν τὴν μείζονα πολιτείαν. ῾Ο δὲ λέγει αὐτοῖς· «᾿Αμφότεροί εἰσι τέλειοι· ὁ μὲν γὰρ ᾿Αβραμιαῖον ἐπεδείξατο ἔργον, ὁ δὲ τοῦ ᾿Ηλία».

 Τῶν μὲν οὖν λεγόντων· «Τῶν ποδῶν σου, πῶς δυνατὸν εἶναι αὐτοὺς ἴσους;» καὶ προτιμώντων τὸν ἀσκητὴν καὶ λεγόντων ὅτι «Εὐαγγελικὸν πεποίηκε πρᾶγμα, πάντα πωλήσας καὶ δοὺς πτωχοῖς, καὶ καθ' ὥραν καὶ καθ' ἡμέραν καὶ κατὰ νύκτα τὸν σταυρὸν βαστάζων, καὶ ἀκολουθῶν τῷ σωτῆρι καὶ ταῖς προσευχαῖς». τῶν δὲ ἀντιφιλονεικούντων καὶ λεγόντων ὅτι «Οὗτος τοσαῦτα ἐνεδείξατο τοῖς δεομένοις, ὡς καὶ εἰς τὰς λεωφόρους καθῆσθαι καὶ τοὺς θλιβομένους συνάγειν· καὶ οὐ μόνον τὴν ἰδίαν ψυχὴν ἀνέπαυσεν ἀλλὰ καὶ ἄλλων πολλῶν, καὶ νοσοκομῶν καὶ ἐπικουρῶν».  Λέγει αὐτοῖς ὁ μακάριος Παμβώ· «Πάλιν ὑμῖν ἐρῶ· ἀμφότεροι  ἴσοι εἰσίν· ἕκαστον δὲ ὑμῶν πληροφορῶ ὅτι οὗτος, εἰ μὴ ἤσκει τοσοῦτον, ἄξιος οὐκ ἐγένετο τῆς ἐκείνου ἀγαθότητος συγκριθῆναι· ἐκεῖνος πάλιν ἀναπαύων τοὺς ξένους καὶ συνανεπαύετο, καὶ εἰ καὶ ἐδόκει τὸ ἐκ κόπου ἔχειν φορτίον, ἀλλὰ καὶ τὴν παρ' αὐτὰ εἶχεν ἀνάπαυσιν. ᾿Εκδέξασθε δὲ ἵνα καὶ παρὰ θεοῦ δέξωμαι τὴν ἀποκάλυψιν, καὶ μετὰ ταῦτα ἐλθόντες μαθήσεσθε». ᾿Ελθόντες οὖν μετὰ ἡμέρας πάλιν παρεκάλεσαν αὐτόν, καὶ λέγει αὐτοῖς ὡς ἐπὶ θεοῦ· «'Αμφοτέρους ἅμα εἶδον ἑστῶτας ἐν τῷ παραδείσῳ».

 

 

Περὶ Μακαρίου τοῦ νεωτέρου

   

 Νεώτερός τις ὀνόματι Μακάριος, ὡς ἐτῶν δεκαοκτώ, ἐν τῷ παίζειν μετὰ τῶν συνηλικιωτῶν παρὰ τὴν λίμνην τὴν λεγομένην Μαρίαν, τετράποδα νέμων, ἀκούσιον εἰργάσατο φόνον. Καὶ μηδενὶ μηδὲν εἰρηκὼς καταλαμβάνει τὴν ἔρημον, καὶ εἰς τοσοῦτον ἤλασε φόβον θεῖόν τε καὶ ἀνθρώπινον, ὡς ἀναισθητῆσαι αὐτὸν καὶ ἐπὶ τριετίαν ἄστεγον μεῖναι ἐν τῇ ἐρήμῳ. ῎Αβροχος δὲ ὑπάρχει ἡ γῆ τούτοις, καὶ τοῦτο ἴσασι πάντες, καὶ οἱ διὰ λόγων γενόμενοι καὶ οἱ διὰ πείρας.  Οὗτος ὕστερον ᾠκοδόμησε κέλλαν ἑαυτῷ· καὶ ζήσας ἄλλα εἰκοσιπέντε ἔτη ἐν τῷ κελλίῳ ἐκείνῳ χαρίσματος ἠξιώθη καταπτύεινδαιμόνων, ἐντρυφῶν τῇ μονότητι. Τούτῳ πολλὰ συγχρονίσας ἠρώτων πῶς αὐτοῦ διάκειται ὁ λογισμὸς ἐπὶ τῇ τοῦ φόνου ἁμαρτίᾳ· ὃς τοσοῦτον ἔλεγεν ἀπέχειν λύπης ὡς καὶ προσευχαριστεῖν  ἐπὶ τῷ φόνῳ· γεγένηται γὰρ αὐτῷ ὑπόθεσις σωτηρίας ὁ ἀκούσιος φόνος.  ῎Ελεγε δὲ ἀπὸ γραφῶν φέρων τὴν μαρτυρίαν ὅτι οὐκ ἂν Μωσῆς ἠξιοῦτο τῆς θεϊκῆς ὀπτασίας καὶ τῆς τοσαύτης δωρεᾶς καὶ τῆς συγγραφῆς τῶν ἁγίων λόγων, εἰ μὴ φόβῳ τοῦ Φαραὼ διὰ τὸν φόνον ὃν ἔδρασεν ἐν τῇ Αἰγύπτῳ κατειλήφει τὸ ὄρος τὸ Σινᾶ. Ταῦτα δὲ λέγω οὐχ ὁδοποιῶν εἰς φόνον, δεικνύων δὲ ὅτι εἰσὶ καὶ περιστατικαὶ ἀρεταί, ὅταν μὴ ἑκουσίως τις τῷ ἀγαθῷ προσέλθῃ· τῶν γὰρ ἀρετῶν αἱ μέν εἰσι προαιρετικαί, αἱ δὲ περιστατικαί.

 

 

Περὶ Ναθαναήλ

  

  Γέγονεν ἄλλος τις τῶν παλαιῶν ὀνόματι Ναθαναήλ. Τοῦτον ἐγὼ ζῶντα μὲν οὐ κατείληφα· κεκοίμητο γὰρ πρὸ τῆς ἐμῆς εἰσόδου πρὸ ἐτῶν δεκαπέντε· τοῖς δὲ συνασκήσασιν αὐτῷ καὶ συγχρονίσασι περιτυχὼν ἐφιλοπραγμόνουν τοῦ ἀνδρὸς τὴν ἀρετήν· ἔδειξαν δέ μοι αὐτοῦ καὶ τὴν κέλλαν, εἰς ἣν ᾤκει μὲν οὐκέτι οὐδεὶς διὰ τὸ ἐγγυτέρω αὐτὴν εἶναι τῆς οἰκουμένης· ἐκεῖνος γὰρ τότε αὐτὴν ἔκτισεν ὅτε σπάνιοι ἦσαν οἱ ἀναχωρηταί. Διηγοῦντο οὖν τοῦτο περὶ αὐτοῦ ἐξαιρέτως, ὅτι τοσαύτην ἔσχεν ὑπομονὴν ἐν τῷ κελλίῳ ὡς μὴ σαλευθῆναι τῆς προθέσεως.

 ᾿Εν οἷς ἐμπαιχθεὶς κατ' ἀρχὰς παρὰ τοῦ πάντας ἐμπαίζοντος καὶ ἀπατῶντος δαίμονος, ἔδοξεν ἀκηδιᾶν εἰς τὴν πρώτην κέλλαν· καὶ ἀπελθὼν ἄλλην ἔκτισε πλησιώτερον κώμης. Μετὰ οὖν τὸ  τελέσαι τὴν κέλλαν καὶ οἰκῆσαι, μετὰ μῆνας τρεῖς ἢ τέσσαρας παραγίνεται ὁ δαίμων ἐν νυκτί, ταυρέαν κατέχων καθάπερ οἱ δήμιοι, καὶ σχῆμα ἔχων στρατιώτου ῥακοδυτοῦντος, καὶ ψόφους εἰργάζετο ἐν τῇ ταυρέᾳ. Πρὸς ὃν ἀπεκρίνατο ὁ μακάριος Ναθαναὴλ καὶ ἔλεγε· «Τίς εἶ σὺ ὁ ταῦτα δρῶν ἐν τῇ ἐμῇ ξενίᾳ;» ἀπεκρίνατο ὁ δαίμων· «᾿Εγώ εἰμι ὁ ἐξ ἐκείνης τῆς κέλλης ἐλάσας σε· ἦλθον οὖν καὶ ἐκ ταύτης φυγαδεῦσαί σε».  Γνοὺς οὖν ὅτι ἐνεπαίχθη, ὑποστρέφει αὖθις εἰς τὴν πρώτην κέλλαν. Καὶ πληρώσας τριάκοντα καὶ ἑπτὰ ἔτη, οὐχ ὑπερέβη τὴν θύραν, φιλονεικήσας τῷ δαίμονι· ὃς τοσαῦτα αὐτῷ ἐνεδείξατο καταναγκάζων αὐτὸν ἐξελθεῖν, ὅσα διηγήσασθαι οὐκ ἔστιν. ᾿Εν οἷς καὶ τοῦτο· ἐπιτηρήσας ἑπτὰ ἐπισκόπων ἁγίων ἐπίσκεψιν, ἢ ἐκ θεοῦ προνοίας γενομένην ἢ ἐκ πειρασμοῦ ἐκείνου, παρ' ὀλίγον αὐτὸν ἐξώκειλε τῆς προθέσεως. Τῶν γὰρ ἐπισκόπων μετὰ τὸ εὔξασθαι ἐξερχομένων, οὐ προέπεμψεν αὐτοὺς οὐδὲ βῆμα ποδός.

 Λέγουσιν αὐτῷ οἱ διάκονοι· «῾Υπερήφανον πρᾶγμα ποιεῖς, ἀββᾶ, μὴ προπέμπων τοὺς ἐπισκόπους». ῾Ο δὲ λέγει αὐτοῖς· «᾿Εγὼ καὶ τοῖς κυρίοις μου τοῖς ἐπισκόποις καὶ τῷ κόσμῳ ὅλῳ ἀπέθανον· ἔχω γὰρ κεκρυμμένον σκοπόν, καὶ οἶδεν ὁ θεὸς τὴν καρδίαν μου, διὸ οὐ προπέμπω αὐτούς». ᾿Αστοχήσας οὖν ὁ δαίμων τοῦ δράματος τούτου σχηματίζεται πρὸ ἐννέα μηνῶν τοῦ  θανάτου αὐτοῦ, καὶ γίνεται παιδίον ὡσεὶ δέκα ἐτῶν, ἐλαῦνον ὄνον βαστάζοντα ἄρτους ἐν σαργάνῃ. Καὶ γενόμενος ἑσπέραν βαθείαν πλησίον τῆς τούτου κέλλης ἐσχηματίσατο πεπτωκέναι τὸν ὄνον καὶ κρᾶζον τὸ παιδίον·  «᾿Αββᾶ Ναθαναήλ, ἐλέησόν με καὶ δός μοι χεῖρα». ῾Ο δὲ ἀκούσας τῆς φωνῆς τοῦ δῆθεν παιδίου καὶ παρανοίξας τὴν θύραν, ἑστὼς ἔνδοθεν ἐλάλει αὐτῷ· «Τίς εἶ, καὶ τί θέλεις ἵνα ποιήσω σοι;» Λέγει αὐτῷ· «Εἰμὶ τοῦδε τὸ μελλάκιον, καὶ ἄρτους ἀποφέρω, ἐπειδὴ ἀγάπη ἐστὶ τοῦδε τοῦ ἀδελφοῦ, καὶ αὔριον σαββάτου διαφαίνοντος χρεία τῶν προσφορῶν· δέομαί σου, μὴ παρίδῃς με, μή ποτε καὶ ὑπὸ ὑαινῶν βρωθῶ». Πολλαὶ γὰρ ὕαιναι γίνονται εἰς τοὺς τόπους ἐκείνους. Στὰς οὖν ἐνεὸς ὁ μακάριος Ναθαναὴλ σφόδρα ἰλιγγίασε τὰ σπλάγχνα ταραττόμενος, καὶ ἐλογίζετο καθ' ἑαυτὸν λέγων· «῍Η τῆς ἐντολῆς ἔχω ἐκπεσεῖν, ἢ τῆς προθέσεως».  ῞Υστερον μέντοι ἐπιλογισάμενος ὅτι ἄμεινόν ἐστι μὴ σαλεῦσαι τῶν τοσούτων ἐτῶν τὴν πρόθεσιν εἰς αἰσχύνην τοῦ διαβόλου, προσευξάμενος λέγει τῷ προσλαλοῦντι δῆθεν παιδίῳ· «῎Ακουσον, παιδίον· πιστεύω εἰς τὸν θεὸν ᾧ λατρεύω, ὅτι, εἰ χρεία σοι ἐστί, πέμπει σοι ὁ θεὸς βοήθειαν, καὶ οὔτε ὕαιναί σε ἀδικήσουσιν οὔτε ἄλλος τις· εἰ δὲ πειρασμὸς εἶ, τὸ δρᾶμα ἐντεῦθεν ἤδη ἀποκαλύψει ὁ θεός». Καὶ κλείσας τὴν θύραν εἰσῆλθεν. Αἰσχυνθεὶς δὲ ὁ δαίμων ἐπὶ τῇ ἥττῃ εἰς λαίλαπα  ἀνελύθη καὶ εἰς ὀνάγρους σκιρτῶντας καὶ φεύγοντας καὶ ψόφους ἀπολύοντας. Τοῦτο τὸ ἆθλον τοῦ μακαρίου Ναθαναήλ, καὶ αὕτη ἡ διαγωγή, καὶ τοῦτο τὸ τέλος.

 

 

Περὶ Μακαρίου τοῦ Αἰγυπτίου

  

 

  Τὰ κατὰ τοὺς δύο Μακαρίους τοὺς ἀοιδίμους ἄνδρας, πολλὰ καὶ μεγάλα καὶ δύσπιστα ὄντα, ὀκνῶ καὶ λέγειν καὶ γράφειν, μήποτε καὶ ψεύστου ὑπόληψιν ἀπενέγκωμαι. ῞Οτι δὲ «ἀπολλύει Κύριος πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος» ἀπεφήνατο τὸ πνεῦμα τὸ ἅγιον. ᾿Εμοῦ τοίνυν μὴ ψευδομένου, πιστότατε, μὴ ἀπιστήσῃς. Τούτων τῶν Μακαρίων ὁ μὲν εἷς ἦν Αἰγύπτιος τὸ γένος, ὁ δ' ἄλλος ᾿Αλεξανδρεύς, τραγήματα πιπράσκων.

     Καὶ πρῶτον διηγήσομαι περὶ τοῦ Αἰγυπτίου, ὃς ἔζησε τὰ σύμπαντα ἔτη ἐννενήκοντα. ᾿Εκ τούτων ἐν τῇ ἐρήμῳ πεποίηκεν ἑξήκοντα ἔτη, τριακονταετὴς ἀνελθὼν νέος· καὶ τοσαύτης ἠξιώθη διακρίσεως ὡς λέγεσθαι αὐτὸν παιδαριογέροντα· διὸ καὶ θᾶττον προέκοψε· τεσσαρακονταετὴς γὰρ γενόμενος κατὰ πνευμάτων ἔλαβε χάριν ἰαμάτων τε καὶ προρρήσεων· κατηξιώθη δὲ καὶ ἱερωσύνης.

     Τούτῳ συνῆσαν δύο μαθηταὶ εἰς τὴν ἔρημον τὴν ἐνδοτάτω, τὴν καλουμένην Σκῆτιν· ὧν ὁ μὲν εἷς ὑπηρέτης ἦν πλησίον αὐτοῦ διὰ τοὺς ἐρχομένους θεραπεύεσθαι, ὁ δ' ἄλλος ἐσχόλαζεν ἐν κελλίῳ ἐγγυτάτῳ. Χρόνου δὲ προκόψαντος διορατικῷ ὄμματι προβλέψας λέγει τῷ ὑπηρετοῦντι αὐτῷ, καλουμένῳ ᾿Ιωάννῃ, ἐς ὕστερον γενομένῳ πρεσβυτέρῳ εἰς τὸν τόπον αὐτοῦ τοῦ Μακαρίου· «῎Ακουσόν μου, ἄδελφε ᾿Ιωάννη, καὶ ἀνάσχου μου τῆς νουθεσίας· πειράζῃ γάρ, καὶ πειράζει σε τὸ πνεῦμα τῆς φιλαργυρίας. 

     Οὕτω γὰρ ἑώρακα· καὶ οἶδα ὅτι ἐάν μου ἀνάσχῃ τελειωθήσῃ ἐν τῷ τόπῳ τούτῳ καὶ δοξασθήσῃ, “καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου”· ἐὰν δέ μου παρακούσῃς, τοῦ Γιεζῆ ἥξει ἐπί σε τὰ τέλη, οὗ καὶ τὸ πάθος νοσεῖς». Συνέβη, δὲ αὐτὸν παρακοῦσαι μετὰ τὴν κοίμησιν τοῦ Μακαρίου μετὰ ἄλλα δεκαπέντε ἔτη ἢ εἴκοσιν, καὶ οὕτως ἠλεφαντίασε νοσφισάμενος τὰ τῶν πτωχῶν, ὡς μὴ εὑρεθῆναι εἰς τὸ σῶμα αὐτοῦ ἀκέραιον τόπον ἐν ᾧ τις δάκτυλον πήξει. Αὕτη τοίνυν ἐστὶν ἡ προφητεία τοῦ ἁγίου Μακαρίου.

     Περὶ μὲν οὖν βρώσεως καὶ πόσεως περιττὸν τὸ διηγήσασθαι, ὁπότε οὐδὲ παρὰ τοῖς ῥᾳθύμοις ἔστιν εὑρεθῆναι ἀδηφαγίαν ἢ ἀδιαφορίαν ἐν τοῖς τόποις ἐκείνοις, καὶ διὰ τὴν σπάνιν τῶν χρειῶν καὶ διὰ τὸν ζῆλον τῶν κατοικούντων.

Περὶ δὲ τῆς ἄλλης αὐτοῦ ἀσκήσεως λέγω· ἐλέγετο γὰρ ἀδιαλείπτως ἐξίστασθαι, καὶ μᾶλλον πλείονι χρόνῳ θεῷ προσδιατρίβειν ἢ τοῖς ὑπ' οὐρανὸν πράγμασιν. Οὗ καὶ φέρονται θαύματα τοιάδε.

     ᾿Ανήρ τις Αἰγύπτιος ἐρασθεὶς ἐλευθέρας γυναικὸς ὑπάνδρου, καὶ μὴ δυνάμενος αὐτὴν δελεάσαι, προσωμίλησε γόητι λέγων· «῞Ελον αὐτὴν εἰς τὸ ἀγαπῆσαί με, ἢ ἔργασαί τι ἵνα ῥίψῃ αὐτὴν ὁ ἀνὴρ αὐτῆς». Καὶ λαβὼν ὁ γόης τὸ ἱκανὸν ἐχρήσατο ταῖς γοητικαῖς μαγγανείαις, καὶ παρασκευάζει φοράδα αὐτὴν φανῆναι. Θεασάμενος οὖν ὁ ἀνὴρ ἔξωθεν ἐλθὼν ἐξενίζετο ὅτι εἰς τὸν κράββατον αὐτοῦ φορὰς ἀνέκειτο. Κλαίει, ὀδύρεται ὁ ἀνήρ· προσομιλεῖ τῷ ζῴῳ· ἀποκρίσεως οὐ τυγχάνει. Παρακαλεῖ τοὺς πρεσβυτέρους τῆς κώμης·  εἰσάγει, δεικνύει· οὐχ εὑρίσκει τὸ πρᾶγμα. ᾿Επὶ ἡμέρας τρεῖς οὔτε χόρτου μετέλαβεν ὡς φορὰς οὔτε ἄρτου ὡς ἄνθρωπος, ἀμφοτέρων ἐστερημένη τῶν τροφῶν.  Τέλος, ἵνα δοξασθῇ ὁ θεὸς καὶ φανῇ ἡ ἀρετὴ τοῦ ἁγίου Μακαρίου, ἀνέβη ἐπὶ τὴν καρδίαν τοῦ ἀνδρὸς αὐτῆς ἀγαγεῖν αὐτὴν εἰς τὴν ἔρημον· καὶ φορβεώσας αὐτὴν ὡς ἵππον, οὕτως ἤγαγεν εἰς τὴν ἔρημον. ᾿Εν δὲ τῷ πλησιάσαι αὐτοὺς εἱστήκεισαν οἱ ἀδελφοὶ πλησίον τῆς κέλλης τοῦ Μακαρίου, μαχόμενοι τῷ ἀνδρὶ αὐτῆς καὶ λέγοντες·  «Τί ἤγαγες ὧδε τὴν φοράδα ταύτην;» λέγει αὐτοῖς· «῞Ινα ἐλεηθῇ». Λέγουσιν αὐτῷ· «Τί γὰρ ἔχει;» ἀπεκρίνατο αὐτοῖς ὁ ἀνὴρ ὅτι «Γυνή μου ἦν, καὶ εἰς ἵππον μετεβλήθη, καὶ σήμερον τρίτην ἡμέραν ἔχει μὴ γευσαμένη τινός». 'Αναφέρουσι τῷ ἁγίῳ ἔνδον προσευχομένῳ· ἀπεκάλυψε γὰρ αὐτῷ ὁ θεός, καὶ προσηύχετο περὶ αὐτῆς. ᾿Απεκρίνατο οὖν τοῖς ἀδελφοῖς ὁ ἅγιος Μακάριος καὶ λέγει αὐτοῖς· «῞Ιπποι ὑμεῖς ἐστέ, οἱ τῶν ἵππων ἔχοντες τοὺς ὀφθαλμούς. ᾿Εκείνη γὰρ γυνή ἐστι, μὴ μετασχηματισθεῖσα, ἀλλ' ἢ μόνον ἐν τοῖς ὀφθαλμοῖς τῶν ἠπατημένων». Καὶ εὐλογήσας ὕδωρ καὶ ἀπὸ κορυφῆς ἐπιχέας αὐτῇ γυμνῇ ἐπηύξατο· καὶ παραχρῆμα ἐποίησεν αὐτὴν γυναῖκα φανῆναι πᾶσι. Δοὺς δὲ αὐτῇ τροφὴν ἐποίησεν αὐτὴν φαγεῖν, καὶ ἀπέλυσεν αὐτὴν μετὰ τοῦ ἰδίου ἀνδρὸς εὐχαριστοῦσαν τῷ κυρίῳ. Καὶ ὑπέθετο αὐτῇ εἰπών· «Μηδέποτε ἀπολειφθῇς τῆς ἐκκλησίας, μηδέποτε ἀπόσχῃ τῆς κοινωνίας· ταῦτα γάρ σοι συνέβη τῷ ἐπὶ πέντε ἑβδομάδας μὴ προσεληλυθέναι τοῖς μυστηρίοις».

     ῎Αλλην αὐτοῦ πρᾶξιν τῆς ἀσκήσεως· τῷ μακρῷ  χρόνῳ ὑπὸ τὴν γῆν ποιήσας σύριγγα ἀπὸ τῆς κέλλης αὐτοῦ μέχρις ἡμισταδίου σπήλαιον εἰς τὸ ἄκρον ἀπετέλεσε. Καὶ εἴποτε πλείονες αὐτῷ ὤχλουν, κρυπτῶς ἐκ τῆς κέλλης αὐτοῦ ἐξιὼν ἀπίει εἰς τὸ σπήλαιον, καὶ οὐδεὶς αὐτὸν εὕρισκε. Διηγεῖτο οὖν ἡμῖν τις τῶν σπουδαίων αὐτοῦ μαθητῶν καὶ ἔλεγεν ὅτι ἀπιὼν ἕως τοῦ σπηλαίου εἰκοσιτέσσαρας ἐποίει εὐχάς, καὶ ἐρχόμενος εἰκοσιτέσσαρας.

     Περὶ τούτου ἐξῆλθε φήμη ὅτι νεκρὸν ἤγειρεν, ἵνα αἱρετικὸν πείσῃ μὴ ὁμολογοῦντα ἀνάστασιν εἶναι σωμάτων. Καὶ αὕτη ἡ φήμη ἐκράτει ἐν τῇ ἐρήμῳ.

     Τούτῳ προσηνέχθη ποτὲ δαιμονιῶν νεανίσκος παρὰ τῆς ἰδίας μητρὸς ὀλοφυρομένης, δυσὶ νεανίσκοις δεδεμένος. Καὶ ταύτην εἶχε τὴν ἐνέργειαν ὁ δαίμων· μετὰ τὸ φαγεῖν τριῶν μοδίων ἄρτους καὶ πιεῖν κιλικίσιον ὕδατος, ἐρευγόμενος εἰς ἀτμὸν ἀνέλυε τὰ βρώματα· οὕτω γὰρ ἀνηλίσκετο τὰ βρωθέντα καὶ ποθέντα ὡς ὑπὸ πυρός.  ῎Εστι γὰρ καὶ τάγμα τὸ λεγόμενον πύρινον. Διαφοραὶ γάρ εἰσι δαιμόνων, ὥσπερ καὶ ἀνθρώπων, οὐκ οὐσίας ἀλλὰ γνώμης. Οὗτος τοίνυν ὁ νεανίσκος μὴ ἐπαρκούμενος παρὰ τῆς ἰδίας μητρὸς τὴν ἰδίαν ἤσθιε κόπρον· πολλάκις καὶ τὸ ἴδιον ἔπινεν οὖρον. Κλαιούσης οὖν τῆς μητρὸς καὶ παρακαλούσης τὸν ἅγιον, λαβὼν ἐπηύξατο αὐτῷ τὸν θεὸν ἱκετεύων. Καὶ μετὰ μίαν ἢ δευτέραν ἡμέραν ὑπολωφήσαντος τοῦ πάθους λέγει αὐτῇ ὁ ἅγιος Μακάριος·  «Πόσον θέλεις ἵνα ἐσθίῃ;» ῾Η δὲ ἀπεκρίνατο λέγουσα· «Δεκάλιτρον ἄρτου». ᾿Επιτιμήσας οὖν αὐτῇ ὅτι πολύ ἐστιν, ἐν ἑπτὰ ἡμέραις ἐπευξάμενος αὐτῷ μετὰ νηστείας, ἔστησεν αὐτὸν εἰς τρίλιτρον, ὡς ὀφείλοντα καὶ ἐργάζεσθαι· καὶ οὕτως ἀποθεραπεύσας ἀπέδωκεν αὐτὸν τῇ μητρί. Καὶ  τοῦτο τὸ θαῦμα πεποίηκεν ὁ θεὸς διὰ Μακαρίου. Τούτῳ ἐγὼ οὐ συντετύχηκα· πρὸ ἐνιαυτοῦ γὰρ τῆς εἰσόδου μου τῆς εἰς τὴν ἔρημον ἐκεκοίμητο.

 

Συνεχίζεται