|
ΑΣΚΗΣΕΙΣ ΣΧΕΤΙΚΕΣ ΜΕ ΤΟ ΚΑΤΗΓΟΡΟΥΜΕΝΟ ΤΟΥ ΥΠΟΚΕΙΜΕΝΟΥ
Κῦρος ὁ νεώτερος κάλλιστος ἒφυ τὸ εἶδος καὶ ἦν τῶ πάππῳ ἑοικώς. Ὃτε δέ τέλειος ἀνήρ ἐγένετο, ἐνομίζετο κράτιστος πάντων. Οὗτος οὖν ἦν πάντων Περσῶν, τῶν μετά τὸν ἀρχαῖον Κῦρον γενομένων, βασιλικώτατος καὶ ἀξιώτατος ἂρχειν. Ὑπό πάντων εὐτυχής προσηγορεύετο, ἀξιόπιστος τοῖς λόγοις ἐφαίνετο, τοῖς φίλοις δ’ ἒλεγεν ὃτι τὸ ἀπιστεῖν ἐστιν ἀδικεῖν. Ἐκρίνετο δὲ ἱκανός κατεργάζεσθαι ὃ,τι ἐβούλετο. Ηὒξητο δὲ διὰ ταῦτα τὸ ὄνομα αὐτοῦ μέγα. Στρατηγός δὲ πάντων ὑπό τοῦ πατρὸς ἀπεδείχθη, ὃσοι εἰς Καστωλοῦ πεδίον ἠθροίζοντο, καὶ ἐπὶ μακρὸν χρόνον ἂρχων ἀγαθὸς διετέλεσεν. Διὰ ταῦτα πᾶσαι αἱ πόλεις ἑκοῦσαι αὐτόν εἳλοντο. Ἐπεὶ δὲ κατέστη σατράπης Ἰωνίας, Τισσαφέρνης διαβάλλει αὐτόν πρὸς τὸν ἀδελφὸν Ἀρταξέρξην, ὡς ἐπιβουλεύοι αὐτῶ.
επιμέλεια: Μακρής Κώστας Ημερομηνία τελευταίας επεξεργασίας: Τετάρτη, 28. Φεβρουαρίου 2007 |
|