Ελληνικός πολιτισμός, Διδάσκοντας την Ελένη


Η Ελένη στα ομηρικά έπη




Η Ελένη στην Ιλιάδα

 

Σύρε τον πίνακα, για να δεις και τις υπόλοιπες στήλες.


Γ 178-180
Η Ελένη για τον εαυτό της
οὗτός γ᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,
ἀμφότερον βασιλεύς τ᾽ ἀγαθὸς κρατερός τ᾽ αἰχμητής·
δαὴρ αὖτ᾽ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτ᾽ ἔην γε.»

Εκείνος είναι ο κραταιός Ατρείδης Αγαμέμνων,
συνάμα βασιλιάς καλός και ανδρείος πολεμάρχος
και ανδράδελφον, έναν καιρόν, εγώ τον είχα η σκύλα»!

Γ 252-4
Οι κήρυκες στον Πρίαμο
αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος
μακρῇς ἐγχείῃσι μαχήσοντ᾽ ἀμφὶ γυναικί·
τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ᾽ ἕποιτο·

θα πολεμήσουν τώρα
ο Πάρις και ο Μενέλαος με τα μακριά κοντάρια·
και όποιος νικήσει από τους δυο θα λάβει την Ελένην
με όσους έχει θησαυρούς

Γ 281-5
Ο Αγαμέμνονας
εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ,
αὐτὸς ἔπειθ᾽ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα,
ἡμεῖς δ᾽ ἐν νήεσσι νεώμεθα ποντοπόροισιν·
εἰ δέ κ᾽ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,
Τρῶας ἔπειθ᾽ Ἑλένην καὶ κτήματα πάντ᾽ ἀποδοῦναι

ανίσως τον Μενέλαον ο Πάρις θανατώσει
με όλους της τους θησαυρούς θα έχει την Ελένην
κι εδώθ᾽ εμείς θα φύγουμε με τα γοργά καράβια·
κι αν ο ξανθός Μενέλαος τον Πάριν θανατώσει
εκείνην με τους θησαυρούς οι Τρώες θ᾽ αποδώσουν

Γ 380-447
Η Αφροδίτη
τὸν δ᾽ ἐξήρπαξ᾽ Ἀφροδίτη
ῥεῖα μάλ᾽ ὥς τε θεός, ἐκάλυψε δ᾽ ἄρ᾽ ἠέρι πολλῇ,
κὰδ δ᾽ εἷσ᾽ ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.
αὐτὴ δ᾽ αὖθ᾽ Ἑλένην καλέουσ᾽ ἴε· τὴν δ᾽ ἐκίχανε
πύργῳ ἐφ᾽ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν·
χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα,
γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν
εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιεταώσῃ
ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·
τῇ μιν ἐεισαμένη προσεφώνεε δῖ᾽ Ἀφροδίτη·
«δεῦρ᾽ ἴθ᾽· Ἀλέξανδρός σε καλεῖ οἶκόνδε νέεσθαι.
κεῖνος ὅ γ᾽ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι,
κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης
ἀνδρὶ μαχεσσάμενον τόν γ᾽ ἐλθεῖν, ἀλλὰ χορόνδε
ἔρχεσθ᾽, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.»
Ὣς φάτο, τῇ δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·
καί ῥ᾽ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν
στήθεά θ᾽ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,
θάμβησέν τ᾽ ἄρ᾽ ἔπειτα ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε·
«δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;
ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων
ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς,
εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·
οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος
νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ᾽ ἄγεσθαι,
τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης;
ἧσο παρ᾽ αὐτὸν ἰοῦσα, θεῶν δ᾽ ἀπόεικε κελεύθου,
μηδ᾽ ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,
ἀλλ᾽ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,
εἰς ὅ κέ σ᾽ ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.
κεῖσε δ᾽ ἐγὼν οὐκ εἶμι —νεμεσσητὸν δέ κεν εἴη—
κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μ᾽ ὀπίσσω
πᾶσαι μωμήσονται· ἔχω δ᾽ ἄχε᾽ ἄκριτα θυμῷ.»
Τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ᾽ Ἀφροδίτη·
«μή μ᾽ ἔρεθε, σχετλίη, μὴ χωσαμένη σε μεθείω,
τὼς δέ σ᾽ ἀπεχθήρω ὡς νῦν ἔκπαγλα φίλησα,
μέσσῳ δ᾽ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρά,
Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.»
Ὣς ἔφατ᾽, ἔδεισεν δ᾽ Ἑλένη Διὸς ἐκγεγαυῖα,
βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ
σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων.
Αἱ δ᾽ ὅτ᾽ Ἀλεξάνδροιο δόμον περικαλλέ᾽ ἵκοντο,
ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,
ἡ δ᾽ εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.
τῇ δ᾽ ἄρα δίφρον ἑλοῦσα φιλομμειδὴς Ἀφροδίτη
ἀντί᾽ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα·
ἔνθα κάθιζ᾽ Ἑλένη, κούρη Διὸς αἰγιόχοιο,
ὄσσε πάλιν κλίνασα, πόσιν δ᾽ ἠνίπαπε μύθῳ·
«ἤλυθες ἐκ πολέμοι᾽· ὡς ὤφελες αὐτόθ᾽ ὀλέσθαι,
ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.
ἦ μὲν δὴ πρίν γ᾽ εὔχε᾽ ἀρηϊφίλου Μενελάου
σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι·
ἀλλ᾽ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον
ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σ᾽ ἔγωγε
παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ
ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
ἀφραδέως, μή πως τάχ᾽ ὑπ᾽ αὐτοῦ δουρὶ δαμήῃς.»
Τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·
«μή με, γύναι, χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·
νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,
κεῖνον δ᾽ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν.
ἀλλ᾽ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·
οὐ γάρ πώ ποτέ μ᾽ ὧδέ γ᾽ ἔρως φρένας ἀμφεκάλυψεν,
οὐδ᾽ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς
ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,
νήσῳ δ᾽ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ,
ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.»
Ἦ ῥα, καὶ ἄρχε λέχοσδε κιών· ἅμα δ᾽ εἵπετ᾽ ἄκοιτις.

Αλλ᾽ εύκολα, ωσάν θέαινα, τον σήκωσ᾽ η Αφροδίτη·
με καταχνιά τον έζωσε και μες στον μυροβόλον
θάλαμον τον εκάθισε· κι η ίδια την Ελένην
εβγήκε να καλέσει ευθύς, και την εβρήκ᾽ επάνω
στον πύργον κι είχε Τρώισσες πολλές ολόγυρά της.
Απ᾽ το νεκτάριο φόρεμα την τράβηξε κι εφάνη
με την μορφήν γερόντισσας, οπού την είχε γνέστραν
η Ελένη στην πατρίδα της να της δουλεύει ωραία
κάθε πολύτιμο μαλλί και την υπερηγάπα·
με αυτήν ομοιώθηκε η θεά και της Ελένης είπε:
«Έλα και ο Πάρις σε καλεί στο σπίτι να γυρίσεις·
στον θάλαμον, στα τορνευτά κλινάρια λαμπροφόρος
αστράφτει από την ομορφιά· δεν θα ᾽λεγες πως ήλθε
εκείνος απ᾽ τον πόλεμον, αλλ᾽ ότ᾽ ή θα πηγαίνει
εις τον χορόν, ή από χορόν ν᾽ αναπαυθεί καθίζει».
Είπε και την ετάραξε μες στης καρδιάς τα βάθη·
αλλ᾽ άμα είδε της θεάς τα ερωτεμένα στήθη
και τον πανώραιον λαιμόν και των ματιών την λάμψιν
φόβος την πήρεν έξαφνα και προς εκείνην είπε:
«Παμπόνηρη, τι προσπαθείς μ᾽ αυτά να με πλανέσεις;
Εις ποίαν χώραν μακρινήν ακόμη θα με βγάλεις,
στης Μαιονίας τον τερπνόν αέρα ή της Φρυγίας,
αν κάποιον έχεις ως και αυτού θνητόν αγαπημένον,
αφού τώρα ο Μενέλαος, που ενίκησε τον Πάριν,
βούλετ᾽ εμέ την μισητήν να πάρει στην πατρίδα;
Δια τούτο εδώ κατέβηκες με δόλο να με πιάσεις;
Άμε, μαζί του κάθισε, μακράν των Αθανάτων,
και οι πόδες σου στον Όλυμπον να μη σε ξαναφέρουν,
αλλά να λιώνεσαι μ᾽ αυτόν, να τον προσέχεις μείνε,
ως να θελήσει σύντροφον ή δούλην να σε κάμει.
Θα ήταν καταισχύνη μου να υπάγω εκεί που θέλεις,
να είμ᾽ εκείνου ομόκλινη· και οι σεβαστές μητέρες
της Τροίας θα με ονείδιζαν και αρκούν όσα υποφέρω».
Οργίσθη και αποκρίθηκεν η Αφροδίτ᾽ η θεία:
«Μη με θυμώνεις, δύστυχη, με αυτά και μ᾽ αναγκάσεις,
αφού πολύ σ᾽ αγάπησα, πολύ να σε μισήσω,
και ιδείς να σπείρω ανάμεσα των Αχαιών και Τρώων
έχθρητες νέες, φοβερές και κακοθανατίσεις».
Ετρόμαξε στον λόγον της η Ελένη και στον πέπλον
κλεισμένη τον ολόασπρον κατόπι της κινούσε
σιγά, χωρίς οι Τρώισσες ποσώς να το νοήσουν,
κι όταν στα δώματ᾽ έφθασαν τα ωραία του Αλεξάνδρου,
αμέσως οι θεράπαινες στα έργα τους στραφήκαν,
και στον υψηλόν θάλαμον ανέβ᾽ η γυνή θεία,
κι έπιασεν η φιλόγελη αθάνατη Αφροδίτη
ένα θρονί και το ᾽στησεν αντίκρυ του Αλεξάνδρου·
σ᾽ αυτό η Ελένη εκάθισε, του Δία θυγατέρα,
κι ονείδιζε τον άνδρα της με αντίστροφο το βλέμμα:
«Ήλθες από τον πόλεμον, στον τόπον να ᾽χες μείνει
σφαγμένος απ᾽ τον ήρωα που πρώτος μου ήταν άνδρας,
και όμως πρώτα επαίρεσο πως ήσουν και στα χέρια
και στο κοντάρι ανώτερος του ανδρείου Μενελάου·
εμπρός λοιπόν προκάλεσε και πάλιν τον ανδρείον
Μενέλαον στον πόλεμον· αλλά σε συμβουλεύω
να ησυχάσεις στο εξής, μη σαν μωρός θελήσεις
με τον ξανθόν Μενέλαον να κτυπηθείς και πάλιν,
μη πέσεις γρήγορα νεκρός στην λόγχην του αποκάτω».
Και ο Πάρις της απάντησε: «Γυνή, μη μ᾽ ονειδίζεις
τόσο πικρά, και αν σήμερον μ᾽ ενίκησεν ο Ατρείδης
με βοηθόν την Αθηνάν, κι εγώ θα τον νικήσω
άλλην φοράν· ότι θεοί καλοί κι εμάς δεν λείπουν·
αλλ᾽ έλα τώρα ερωτικά να γλυκοκοιμηθούμε·
ποτέ τόσον δεν άναψεν ο πόθος την ψυχήν μου,
μηδ᾽ όταν απ᾽ την Σπάρτην σου την πρόσχαρην σ᾽ επήρα
τότε κι επλέαμε μαζί στα ποντοπόρα πλοία
κι έσμιξα ερωτικά μ᾽ εσέ στην νήσο της Κρανάης,
όσο για σε τώρα γλυκός με συνεπαίρνει ο πόθος».
Είπε, στην κλίνην έπεσε κι εκείνη ευθύς κατόπι.

Γ 455-460
Ο Αγαμέμνονας
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
«κέκλυτέ μευ, Τρῶες καὶ Δάρδανοι ἠδ᾽ ἐπίκουροι·
νίκη μὲν δὴ φαίνετ᾽ ἀρηϊφίλου Μενελάου,
ὑμεῖς δ᾽ Ἀργείην Ἑλένην καὶ κτήμαθ᾽ ἅμ᾽ αὐτῇ
ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τιν᾽ ἔοικεν,
ἥ τε καὶ ἐσσομένοισι μετ᾽ ἀνθρώποισι πέληται.»

και είπε τότε ο κραταιός Ατρείδης Αγαμέμνων:
«Σεις Τρώες, και σεις Δάρδανοι, σεις σύμμαχοι, όλοι ακούτε·
η νίκη εφανερώθηκε του ανδρείου Μενελάου·
σεις τώρα παραδώσετε την Άργισσαν Ελένην
με όσους έχει θησαυρούς και πρόστιμον ακόμη,
που και στες άλλες γενεές να φθάσει τ᾽ άκουσμά του».

Ζ 343-358
Η Ελένη στον Αγαμέμνονα,
τὸν δ᾽ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·
«δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,
345ὥς μ᾽ ὄφελ᾽ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ
οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα
εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,
ἔνθα με κῦμ᾽ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.
αὐτὰρ ἐπεὶ τάδε γ᾽ ὧδε θεοὶ κακὰ τεκμήραντο,
350ἀνδρὸς ἔπειτ᾽ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,
ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλ᾽ ἀνθρώπων.
τούτῳ δ᾽ οὔτ᾽ ἂρ νῦν φρένες ἔμπεδοι οὔτ᾽ ἄρ᾽ ὀπίσσω
ἔσσονται· τῶ καί μιν ἐπαυρήσεσθαι ὀΐω.
ἀλλ᾽ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδ᾽ ἐπὶ δίφρῳ,
355δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν
εἵνεκ᾽ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκ᾽ ἄτης,
οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω
ἀνθρώποισι πελώμεθ᾽ ἀοίδιμοι ἐσσομένοισι.»

κι η Ελένη γλυκομίλητα του είπε: «Ανδράδελφέ μου,
οϊμένα της κακόπρακτης, της οργισμένης σκύλας·
345αχ! την ημέρα που στο φως με έφερε η μητέρα,
να μ᾽ είχε αρπάξει ανεμική κακή, να μ᾽ είχε ρίξει
εις όρος ή στης θάλασσας το φουσκωμένο κύμα
να με ρουφήσει και όχι αυτά που εγίνηκαν να γίνουν.
Αλλ᾽ αφού τούτα τα κακά οι αθάνατοι διορίσαν,
350ας είχα καν καλύτερον τον άνδρα να γνωρίζει
του κόσμου την κατακραυγήν και τους ονειδισμούς του·
και τούτος τώρα νουν ποσώς δεν έχει ούτε θα λάβει,
ώστε θα πάθει· αλλ᾽ όρισε, ανδράδελφε, εδώ μέσα,
κάθισε εις τούτο το θρονί· γνωρίζ᾽ ότ᾽ η ψυχή σου
355μάλιστα εκείνη αισθάνεται τον μόχθον που από εμένα
την σκύλαν και απ᾽ το ανόμημα προήλθε του Αλεξάνδρου,
οπού μας κακομοίρανε ο Ζευς δια να γενούμε
και των κατόπι γενεών τραγούδι ξακουσμένο».

Η 347-364
Ο Αντήνωρ
τοῖσιν δ᾽ Ἀντήνωρ πεπνυμένος ἦρχ᾽ ἀγορεύειν·
«κέκλυτέ μευ, Τρῶες καὶ Δάρδανοι ἠδ᾽ ἐπίκουροι,
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
δεῦτ᾽ ἄγετ᾽, Ἀργείην Ἑλένην καὶ κτήμαθ᾽ ἅμ᾽ αὐτῇ
δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δ᾽ ὅρκια πιστὰ
ψευσάμενοι μαχόμεσθα· τῶ οὔ νύ τι κέρδιον ἡμῖν
ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.»
Ἤτοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο· τοῖσι δ᾽ ἀνέστη
δῖος Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο,
ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·
«Ἀντῆνορ, σὺ μὲν οὐκέτ᾽ ἐμοὶ φίλα ταῦτ᾽ ἀγορεύεις·
οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
εἰ δ᾽ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.
αὐτὰρ ἐγὼ Τρώεσσι μεθ᾽ ἱπποδάμοις ἀγορεύσω·
ἀντικρὺ δ᾽ ἀπόφημι, γυναῖκα μὲν οὐκ ἀποδώσω·
κτήματα δ᾽ ὅσσ᾽ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ
πάντ᾽ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλ᾽ ἐπιθεῖναι.»
Τον λόγον πήρε ο φρόνιμος Αντήνωρ και τους είπε:
«Ακούτε, Τρώες, Δάρδανοι, κι όσ᾽ είσθε βοηθοί μας,
ό,τι στα στήθη μου η ψυχή να ειπώ παρακινεί με.
Ελάτ᾽ ευθύς, των Ατρειδών την Άργισσαν Ελένην
μ᾽ όλα τα πλούτη ας δώσομε· πατήσαμε τους όρκους
και πολεμούμ᾽ επίορκα· δια τούτο αν πράξομ᾽ άλλο
απ᾽ ό,τι λέγω, όχι καλό το τέλος μας προβλέπω».
Είπεν αυτός κι εκάθισε· κι ευθύς σηκώθη ο θείος
Αλέξανδρος ο σύντροφος της εύμορφης Ελένης
κι εκείνον επροσφώνησε με λόγια φτερωμένα:
«Αντήνορ, δεν αρέσκομαι ποσώς σ᾽ αυτά που λέγεις·
και λόγον τούτου ορθότερον να βγάλ᾽ ηξεύρει ο νους σου.
Αλλ᾽ αν τον λέγεις σοβαρά και μέτωρο δεν είναι,
ότε θα ειπώ, πως οι θεοί τα λογικά σού πήραν·
και θα ομιλήσω καθαρά των ιπποδάμων Τρώων·
το λέγω κατά πρόσωπον δεν δίδω εγώ την νέαν,
όμως να δώσω είμ᾽ έτοιμος τους θησαυρούς που επήρα
από το Άργος και πολλά δικά μου να προσθέσω».

Η 385-393
Ο Ιδαίος:
«Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,
ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ
εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,
μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·
κτήματα μὲν ὅσ᾽ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
ἠγάγετο Τροίηνδ᾽ —ὡς πρὶν ὤφελλ᾽ ἀπολέσθαι—
πάντ᾽ ἐθέλει δόμεναι καὶ ἔτ᾽ οἴκοθεν ἄλλ᾽ ἐπιθεῖναι·
κουριδίην δ᾽ ἄλοχον Μενελάου κυδαλίμοιο
οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται.

«Ατρείδη, των Παναχαιών σεις άλλοι πολεμάρχοι,
ο Πρίαμος και οι σεβαστοί με πρόσταξαν οι Τρώες
να σας ειπώ ν᾽ ακούσετε, και αν αρεστά σας είναι,
ο Αλέξανδρος που ᾽ναι αφορμή της έχθρας τι προβάλλει·
όλα τα πλούτη όπ᾽ έφερεν ο Αλέξανδρος στην Τροίαν
στα βαθουλά καράβια του —που να ᾽χε χαθεί πρώτα—
να τ᾽ αποδώσ᾽ είν᾽ έτομος και άλλα πολλά δικά του·
πλην την γυναίκα νυμφευτήν του ενδόξου Μενελάου
να δώσει αρνείται, αν και πολύ τούτο απαιτούν οι Τρώες.

400-3
Ο Διομήδης
«μήτ᾽ ἄρ τις νῦν κτήματ᾽ Ἀλεξάνδροιο δεχέσθω
μήθ᾽ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν,
ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατ᾽ ἐφῆπται.»

«Τα πλούτη απ᾽ τον Αλέξανδρον και μήτε την Ελένην
δεν θα δεχθούμε· φανερά κι ένα μωρό το βλέπει,
πως ήδη κρέμετ᾽ όλεθρος στην κεφαλήν των Τρώων».

Ι 25-29
Ο Μενέλαος
Ὣς δ᾽ αὔτως Μενέλαον ἔχε τρόμος —οὐδὲ γὰρ αὐτῷ
ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε— μή τι πάθοιεν
Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφ᾽ ὑγρὴν
ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.

Ομοίως και ο Μενέλαος —ουδέ στα βλέφαρά του
εκάθιζ᾽ ύπνος— τρόμαζε μη πάθουν οι Αργείοι,
που εξ αφορμής του απέραντα πελάγ᾽ είχαν περάσει
και πόλεμον απότολμον εκίνησαν στην Τροίαν.

Ν 622-7
Ο Μενέλαος
ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς,
ἣν ἐμὲ λωβήσασθε, κακαὶ κύνες, οὐδέ τι θυμῷ
Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν
ξεινίου, ὅς τέ ποτ᾽ ὔμμι διαφθέρσει πόλιν αἰπήν·
οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ
μὰψ οἴχεσθ᾽ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρ᾽ αὐτῇ·

Άλλες δεν φθάνουν εντροπές, το αδίκημα εις εμένα
εκάμετε, κακόσκυλα, χωρίς του αστραποφόρου
Διός ξενίου τον θυμόν ποσώς να στοχασθείτε,
που αυτός τους πύργους γρήγορα της πόλης σας θα ρίξει.
Την νυμφευτήν γυναίκα μου, που σας φιλοξενούσε,
επήρετε κι εφύγετε, και τόσους θησαυρούς μου.

Τ 324-5
Ο Αχιλλέας
ὁ δ᾽ ἀλλοδαπῷ ἐνὶ δήμῳ
εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω

κι εγώ μακριά, να πολεμώ τους Τρώας
μένω στα ξένα εξ αφορμής της μισητής Ελένης·

Χ 111-121
Ο Έκτορας
εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν
καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας
αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω
καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθ᾽ ἅμ᾽ αὐτῇ,
πάντα μάλ᾽ ὅσσα τ᾽ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
ἠγάγετο Τροίηνδ᾽, ἥ τ᾽ ἔπλετο νείκεος ἀρχή,
δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δ᾽ ἀμφὶς Ἀχαιοῖς
ἄλλ᾽ ἀποδάσσεσθαι, ὅσα τε πτόλις ἥδε κέκευθε·
Τρωσὶν δ᾽ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι
μή τι κατακρύψειν, ἀλλ᾽ ἄνδιχα πάντα δάσασθαι
κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει·

Και αν βάλω κάτω την λαμπρήν ασπίδα και το κράνος
και κλίνω το κοντάρι μου στο τείχος, και προσπέσω
ο ίδιος εις το πρόσωπο του θείου Αχιλλέως
και του κάμω υπόσχεσιν να δώσω την Ελένην
μ᾽ όσους επήρε θησαυρούς στα βαθουλά καράβια
στην Τροίαν ο Αλέξανδρος, που ήταν η αρχή της έχθρας
εις τους Ατρείδες, κι έπειτα να λάβουν το ένα μέρος
οι Αχαιοί των θησαυρών που η πόλις ταύτη κλείει·
και όρκον να κάμουν έπειτα οι γέροντες των Τρώων
πως όλα εις δυο θα μοιρασθούν, χωρίς το ουδέν να κρύψουν,
απ᾽ όσα κλείει μέσα της η ζηλεμένη πόλις.

Ω 761-775
Ο θρήνος της Ελένης για τον Έκτορα
τῇσι δ᾽ ἔπειθ᾽ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο·
«Ἕκτορ, ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,
ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,
ὅς μ᾽ ἄγαγε Τροίηνδ᾽· ὡς πρὶν ὤφελλον ὀλέσθαι.
ἤδη γὰρ νῦν μοι τόδ᾽ ἐεικοστὸν ἔτος ἐστὶν
ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης·
ἀλλ᾽ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ᾽ ἀσύφηλον·
ἀλλ᾽ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι
δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων,
ἢ ἑκυρή —ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί—,
ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες
σῇ τ᾽ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.
τῶ σέ θ᾽ ἅμα κλαίω καὶ ἔμ᾽ ἄμμορον ἀχνυμένη κῆρ·
οὐ γάρ τίς μοι ἔτ᾽ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ
ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν.»

Και τρίτ᾽ η Ελένη άρχισε τον θρήνον της κι εκείνη:
«Ω Έκτωρ μου, ο ακριβότερος των αδελφών του ανδρός μου,
κι είν᾽ άνδρας μου ο θεόμορφος Αλέξανδρος που εμένα
εδώ στην Τροίαν έφερε· να ᾽χα πεθάνει πρώτα.
Χρόνοι επεράσαν είκοσιν αφ᾽ ότου εκείθεν ήλθα
και άφησα την πατρίδα μου· και απ᾽ τα δικά σου χείλη
λόγον ποτέ δεν άκουσα κακόν να με πικράνει.
Και αν κάποιος απ᾽ τους αδελφούς ή από τες αδελφές σου
ή από τες συννυφάδες μου με απόπαιρνεν ή ακόμη
η πεθερά μου —ο πενθερός με αγάπα ωσάν πατέρας—
συ μόνος τον ημέρωνες με λόγια μελωμένα
με την αγαθοσύνην σου· για τούτο σένα κλαίω
και αντάμα εμέ την άμοιρην και σχίζεται η καρδιά μου.
Ότι κανείς δεν μόμεινεν εις όλην την Τρωάδα
να είναι φίλος της καρδιάς και μ᾽ αποστρέφοντ᾽ όλοι».
  Μετάφραση Ιάκωβου Πολυλά

 

Η Ελένη στην Οδύσσεια

 

Σύρε τον πίνακα, για να δεις και τις υπόλοιπες στήλες.


δ 10-4
Γέννησε μόνο την Ερμιόνη
υἱέϊ δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,
ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης
ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτ᾽ ἔφαινον,
ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδ᾽ ἐρατεινήν,

Στον γιο του πάλι έφερε κορίτσι από τη Σπάρτη, του Αλέκτορα την κόρη,
σ᾽ αυτόν που του γεννήθηκε στερνός, ο Μεγαπένθης σφριγηλός,
από μια δούλη· γιατί οι θεοί δεν χάρισαν άλλο βλαστάρι
στην Ελένη, αφότου πρωτογέννησε χαριτωμένη θυγατέρα
την Ερμιόνη, ωραία στην όψη, σαν χρυσή Αφροδίτη.

δ 125-46
Εμφάνιση της Ελένης στο παλάτι του Μενέλαου
Ἧος ὁ ταῦθ᾽ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
ἐκ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐϊκυῖα.
τῇ δ᾽ ἄρ᾽ ἅμ᾽ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
Φυλὼ δ᾽ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔδωκεν
Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναι᾽ ἐνὶ Θήβῃς
Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·
ὃς Μενελάῳ δῶκε δύ᾽ ἀργυρέας ἀσαμίνθους,
δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
χωρὶς δ᾽ αὖ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·
χρυσέην τ᾽ ἠλακάτην τάλαρόν θ᾽ ὑπόκυκλον ὄπασσεν
ἀργύρεον, χρυσῷ δ᾽ ἐπὶ χείλεα κεκράαντο.
τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπ᾽ αὐτῷ
ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
ἕζετο δ᾽ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
αὐτίκα δ᾽ ἥ γ᾽ ἔπεσσι πόσιν ἐρέεινεν ἕκαστα·
«Ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε
ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;
ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
οὔτ᾽ ἄνδρ᾽ οὔτε γυναῖκα, σέβας μ᾽ ἔχει εἰσορόωσαν,
ὡς ὅδ᾽ Ὀδυσσῆος μεγαλήτορος υἷϊ ἔοικε,
Τηλεμάχῳ, τὸν λεῖπε νέον γεγαῶτ᾽ ἐνὶ οἴκῳ
κεῖνος ἀνήρ, ὅτ᾽ ἐμεῖο κυνώπιδος εἵνεκ᾽ Ἀχαιοὶ
ἤλθεθ᾽ ὑπὸ Τροίην, πόλεμον θρασὺν ὁρμαίνοντες.»

Κι όσο το δίλημμα αναθίβανε στον νου και στην ψυχή του,
φάνηκε η Ελένη, κατεβαίνοντας από τον μυρισμένο θάλαμό της,
σαν άλλη Άρτεμη με τα χρυσά της βέλη.
Μαζί της η Αδρήστη, που κάθισμα άνετο της έστησε,
η Αλκίππη, που της έφερε μάλλινο μαλακό κιλίμι,
κι ακόμη η Φυλώ, που της κρατούσε το ασημένιο της πανέρι, χάρισμα αυτό
από την Αλκάνδρη, ταίρι του Πόλυβου, που τώρα τη Θήβα κατοικούσε
της Αιγύπτου, όπου και το παλάτι του με τα πολλά του πλούτη.
Ο Πόλυβος, που χάρισε του Μενελάου δυο λουτήρες αργυρούς,
δυο τρίποδες και δέκα τάλαντα χρυσάφι.
Χώρια η γυναίκα του, που πρόσφερε πάγκαλα δώρα στην Ελένη·
ρόκα χρυσή κι εκείνο το ασημένιο κυλιστό πανέρι
μ᾽ ακρόχειλα μαλαματένια.
Αυτό της έφερε η Φυλώ, γεμάτο νήμα δουλεμένο,
και τεντωμένη επάνω του την ηλακάτη
με μαλλί μενεξεδένιο.
Κάθησε εκείνη στον στημένο θρόνο της, ακούμπησε τα πόδια στο σκαμνί,
κι αμέσως πήρε να ρωτά τον άντρα της το καθετί:
«Ξέρουμε αλήθεια, ευγενικέ Μενέλαε, για ποια γενιά καυχώνται
οι νέοι εδώ που βρέθηκαν μες στο δικό μας το παλάτι;
Παραίσθηση, ή θα πετύχω την αλήθεια; Θέλει η ψυχή μου ωστόσο να το πει:
ομολογώ, ποτέ μου ως τώρα δεν είδα άνθρωπο να μοιάζει τόσο
(άντρας, γυναίκα — τον βλέπω και θολώνει ο νους μου)
όπως αυτός στου μεγαλόψυχου Οδυσσέα τον γιο·
για τον Τηλέμαχο μιλώ, που νεογέννητο μωρό τον άφησε
τότε στο σπίτι εκείνος, όταν εσείς οι Αχαιοί,
για χάρη μου, μιας άθλιας σκύλας, φτάσατε κάτω από την Τροία
κι ανοίξατε τον άγριο πόλεμο.»

δ 219-64
Η Ελένη προσφέρει τα νηπενθή
Ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησ᾽ Ἑλένη Διὸς ἐκγεγαυῖα·
αὐτίκ᾽ ἄρ᾽ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,
νηπενθές τ᾽ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.
ὃς τὸ καταβρόξειεν, ἐπεὶ κρητῆρι μιγείη,
οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,
οὐδ᾽ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,
οὐδ᾽ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν
χαλκῷ δηϊόῳεν, ὁ δ᾽ ὀφθαλμοῖσιν ὁρῷτο.
τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,
ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις,
Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα
φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά·
ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.
αὐτὰρ ἐπεί ῥ᾽ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,
ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·
«Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε
ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ
Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα·
ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι
καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω.
πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ᾽ ὀνομήνω,
ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·
ἀλλ᾽ οἷον τόδ᾽ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ᾽ Ἀχαιοί.
αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,
σπεῖρα κάκ᾽ ἀμφ᾽ ὤμοισι βαλών, οἰκῆϊ ἐοικώς,
ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·
ἄλλῳ δ᾽ αὐτὸν φωτὶ κατακρύπτων ἤϊσκε
δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.
τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δ᾽ ἀβάκησαν
πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,
καί μιν ἀνειρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.
ἀλλ᾽ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,
ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον
μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσ᾽ ἀναφῆναι,
πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τ᾽ ἀφικέσθαι,
καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.
πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ
ἦλθε μετ᾽ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν·
ἔνθ᾽ ἄλλαι Τρῳαὶ λίγ᾽ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ
χαῖρ᾽, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι
ἂψ οἶκόνδ᾽, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη
δῶχ᾽, ὅτε μ᾽ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,
παῖδά τ᾽ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε
οὔ τευ δευόμενον, οὔτ᾽ ἂρ φρένας οὔτε τι εἶδος.»

Τότε η Ελένη, θυγατέρα του Διός, στοχάστηκε άλλα·
δίχως να περιμένει, ρίχνει στο κρασί τους, μέσα από εκείνο που έπιναν,
ένα βοτάνι που το πένθος σβήνει, τη χολή πραΰνει,
κι είναι της κάθε συμφοράς η λησμοσύνη.
Όποιος το καταπιεί, μες στον κρατήρα ανάμεικτο, ολόκληρη τη μέρα
αδάκρυτος θα μείνει· ακόμη κι αν του πέθανε μάνα, πατέρας·
ακόμη κι αν μπροστά του ξέσκιζε τον αδελφό του
ή και τον γιο του ο χαλκός του εχθρού,
κι αυτός τον έβλεπε μ᾽ έντρομα μάτια.
Τέτοια τα φάρμακα της θυγατέρας του Διός, θαυματουργά
και σπάνια, που της τα χάρισε η Πολυδάμνη, σύζυγος του Θώνα,
εκεί στην Αίγυπτο, όπου χωράφια εύφορα βότανα βγάζουν
πάμπολλα και ανάμεικτα — πολλά καλά, πολλά φαρμακερά.
Εκεί ο καθένας τους είναι γιατρός, με γνώση κι αξεπέραστος
στον κόσμο ολόκληρο· γιατί η γενιά τους κατεβαίνει απ᾽ τον Παιήονα.
Τότε λοιπόν η Ελένη έριξε το βοτάνι στο κρασί τους, παράγγειλε
να τους κεράσουν, και πήρε πάλι αυτή τον λόγο να τους πει:
«Γιε του Ατρέα, ευγενικέ Μενέλαε, κι εσείς παιδιά
από λαμπρούς πατέρες· δίνει ο θεός άλλοτε σ᾽ άλλον
το καλό και το κακό, ο Δίας παντοδύναμος.
Καλύτερα λοιπόν να συνεχίσετε το δείπνο σε τούτο το παλάτι
καθισμένοι και να χαρείτε ιστορίες παλιές — εγώ θα σας διηγηθώ
κάποια που να ταιριάζει στην περίσταση.
Δεν πρόκειται να εξιστορήσω τώρα, να πω με το όνομά τους,
όλους τους άθλους που κατόρθωσε με την υπομονή του ο Οδυσσέας·
τον ένα μόνο, αυτόν που τόλμησε κι έπραξε ο αντρείος εκείνος
στη χώρα εκεί της Τροίας, όπου τα πάθη του πολέμου
οι Αχαιοί υποφέρατε.
Μόνος του αυτός, πληγώνοντας το σώμα του με τις πιο άσχημες πληγές,
σ᾽ άθλια κουρέλια τύλιξε τους ώμους του, μοιάζοντας δούλος,
και γλίστρησε στην πόλη των εχθρών με τους μεγάλους δρόμους.
Έγινε άλλος άνθρωπος, την όψη παίρνοντας
ενός ζητιάνου (τέτοιον δεν θα ᾽βρισκες στα αργίτικα καράβια),
κι έτσι παραλλαγμένος χώθηκε στης Τροίας το κάστρο.
Οι άλλοι όλοι σαστισμένοι παραμέρισαν· μόνη μου εγώ τον αναγνώρισα,
παρά την παραμόρφωσή του, και πήρα να τον δοκιμάζω
με τις ερωτήσεις μου· εκείνος όμως, πονηρός και ξύπνιος,
όλο μου ξέφευγε.
Και μόνο όταν πια τον έλουσα, τον άλειψα με λάδι,
τον έντυσα με ρούχα καθαρά, ορκίστηκα όρκο βαρύ
να μην τον φανερώσω πως βρίσκεται στους Τρώες ανάμεσα ο Οδυσσέας,
προτού γυρίσει πίσω στα γρήγορα καράβια του και στις σκηνές·
τότε μονάχα μου αποκάλυψε το τι είχαν βάλει οι Αχαιοί στον νου τους.
Κι αφού πετσόκοψε Τρώες πολλούς με το μακρύ του, κοφτερό σπαθί,
γύρισε στους Αργείους πίσω, ξέροντας πια πολύ καλά τον τόπο.
Τσίριξαν τότε οι άλλες Τρωαδίτισσες· όμως εμένα γέμισε χαρά
η καρδιά μου· γιατί είχα αλλάξει μέσα μου, ήθελα πια
σπίτι μου να γυρίσω μετανιωμένη για την τύφλα μου, που μου τη φόρτωσε
η Αφροδίτη· όταν με πήρε να με φέρει εδώ, μακριά
απ᾽ τη γλυκιά πατρίδα μου και χωρισμένη από τη θυγατέρα μου,
από την κάμαρή μου, τον νόμιμο άντρα μου, που βέβαια δεν υπολείπεται
σε τίποτε κι από κανένα, μήτε στη γνώση του μήτε στην ομορφιά.»

δ 271-89
Ο Μενέλαος για τη στάση της Ελένης στον Δούρειο Ίππο
οἷον καὶ τόδ᾽ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
ἵππῳ ἔνι ξεστῷ, ἵν᾽ ἐνήμεθα πάντες ἄριστοι
Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σ᾽ ἔμελλε
δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·
καί τοι Δηΐφοβος θεοείκελος ἕσπετ᾽ ἰούσῃ.
τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,
ἐκ δ᾽ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,
πάντων Ἀργείων φωνὴν ἴσκουσ᾽ ἀλόχοισιν.
αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς
ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.
νῶϊ μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε
ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψ᾽ ὑπακοῦσαι·
ἀλλ᾽ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,
Ἄντικλος δὲ σέ γ᾽ οἶος ἀμείψασθαι ἐπέεσσιν
ἤθελεν· ἀλλ᾽ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζε
νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς,
τόφρα δ᾽ ἔχ᾽ ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.»

Παράδειγμα το τι κατόρθωσε και πήρε επάνω του ο αντρείος εκείνος,
μέσα στο ξύλινο άλογο, όπου, δίχως εξαίρεση, καθήσαμε
απ᾽ τους Αργείους οι άριστοι, τον φόνο και τον θάνατο
να φέρουμε στους Τρώες.
Κι ήλθες εκεί κι εσύ· μπορεί και κάποιος δαίμονας να σε παρότρυνε,
που γύρευε τιμή και δόξα στους Τρώες να προσφέρει —
σ᾽ ακολουθούσε από κοντά ο Δηίφοβος θεόμορφος.
Έφερες τότε γύρο τρεις φορές, ψηλάφησαν τα δάχτυλά σου
την κοιλιά του αλόγου, και πήρες να καλείς με το όνομά τους
τους αριστείς των Δαναών,
με μια φωνή ολόιδια της γυναίκας καθενός Αργείου.
Εγώ και του Τυδέα ο γιος κι ο θείος Οδυσσέας,
οι τρεις εκεί στη μέση καθισμένοι, σ᾽ ακούσαμε να μας καλείς.
Κι ενώ οι δυο μας πεταχτήκαμε, μας συνεπήρε ο πόθος ή έξω
από το άλογο να βγούμε ή από μέσα να σου αποκριθούμε,
ο Οδυσσέας μάς κρατούσε και τη λαχτάρα μας εμπόδιζε.
Τότε λοιπόν οι άλλοι, όλοι των Αχαιών οι γιοι μείναν βουβοί·
μόνος ο Άντικλος θέλησε να σου δώσει απόκριση· αλλά του φράζει
ο Οδυσσέας το στόμα με τα δυο του χέρια δυνατά,
έτσι γλιτώνοντας όλους τους Αχαιούς.
Και δεν τον άφησε, παρ᾽ όταν κι εσένα σ᾽ απομάκρυνε
η Αθηνά Παλλάδα.»

δ 304-5
Ο Μενέλαος και η Ελένη
Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
πὰρ δ᾽ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.

Κι ο γιος του Ατρέα πήγε στη μέσα μέσα κάμαρη
του ψηλοτάβανου σπιτιού να κοιμηθεί· πλάι του πλάγιασε
η Ελένη πεπλοφόρος, γυναίκα θείας ομορφιάς.

δ 561-9
Ο Μενέλαος στα Ηλύσια Πεδία εξαιτίας της Ελένης
σοὶ δ᾽ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,
Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,
ἀλλά σ᾽ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης
ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,
τῇ περ ῥηΐστη βιοτὴ πέλει ἀνθρώποισιν·
οὐ νιφετός, οὔτ᾽ ἂρ χειμὼν πολὺς οὔτε ποτ᾽ ὄμβρος,
ἀλλ᾽ αἰεὶ ζεφύροιο λιγὺ πνείοντος ἀήτας
Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους,
οὕνεκ᾽ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.

Όσο για σένα, ω θεϊκέ Μενέλαε, δεν είναι το γραφτό σου
στο ιππόβοτο Άργος τα μάτια σου να κλείσεις
κι εκεί να βρεις τη μοίρα του θανάτου.
Στα πέρατα της γης, θα σε προπέμψουν στα Ηλύσια πεδία
οι θεοί· όπου ο ξανθός Ραδάμανθης, όπου ζωή μακαρισμένη,
χαρισάμενη μέλλεται των ανθρώπων.
Χιόνι δεν πέφτει, μήτε βαρύς χειμώνας με νεροποντές·
αδιάκοπα τις ξάστερες πνοές του ζέφυρου ο Ωκεανός
σηκώνει, και τη δροσιά χαρίζει στους ανθρώπους —
έχεις γυναίκα την Ελένη, είσαι του Δία γαμπρός.»

λ 377-84
Ο Οδυσσέας στον Αλκίνοο
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
«Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·
380εἰ δ᾽ ἔτ᾽ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε
τούτων σοι φθονέοιμι καὶ οἰκτρότερ᾽ ἄλλ᾽ ἀγορεῦσαι,
κήδε᾽ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,
οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀϋτήν,
ἐν νόστῳ δ᾽ ἀπόλοντο κακῆς ἰότητι γυναικός.

Του ανταπάντησε μιλώντας ο Οδυσσέας πολυμήχανος:
«Αλκίνοε βασιλιά, που διαπρέπεις σ᾽ όλον τον λαό σου,
έχουν την ώρα τους κι οι διηγήσεις που μακραίνουν, έχει
380την ώρα του κι ο ύπνος. Αν όμως φλέγεσαι κι άλλο ν᾽ ακούσεις,
δεν είμαι εγώ που θα το αρνιόμουν· μπορώ κι άλλες πικρότερες
να σου ομολογήσω ιστορίες, τα πένθη των εταίρων μου που χάθηκαν
μετά· ενώ στην Τροία ξέφυγαν την ταραχή της μάχης και τους στεναγμούς,
επήγαν του χαμού στον δρόμο της επιστροφής —
κι όλα για χάρη μιας ολέθριας γυναίκας.

λ 436-9
Ο Οδυσσέας στον Αγαμέμνονα
«ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς
ἐκπάγλως ἔχθαιρε γυναικείας διὰ βουλὰς
ἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθ᾽ εἵνεκα πολλοί,
σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθ᾽ ἐόντι.»

«Αλίμονο, πόσο το γένος του Ατρέα ο Δίας, που το μάτι του
βλέπει μακριά, το μίσησε εξαρχής θανάσιμα με τις βουλές των γυναικών·
ενώ εμείς αφανιζόμασταν τόσοι για μιαν Ελένη,
εσένα η Κλυταιμνήστρα σ᾽ έπλεκε στον δόλο της, κι ας ήσουνα μακριά.»

ξ 68-9
Ο Εύμαιος για την Ελένη
ἀλλ᾽ ὄλεθ᾽ ―ὡς ὤφελλ᾽ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι
πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ᾽ ἔλυσε

Ας ήταν σύρριζα η φύτρα της Ελένης
από προσώπου γης ν᾽ αφανιστεί, αυτή που έλυσε
τα γόνατα τόσων αντρών.

ρ 118-9
Ο Τηλέμαχος στη μητέρα του για την Ελένη
ἔνθ᾽ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ
Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.

Είδαν εκεί τα μάτια μου και την αργεία Ελένη —
υπαίτια για τα δεινά που υπέφεραν Τρώες κι Αχαιοί,
με των θεών τη θέληση.

χ 226-30
Η Αθηνά Μέντωρ στον Οδυσσέα
«οὐκέτι σοί γ᾽, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή,
οἵη ὅτ᾽ ἀμφ᾽ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ
εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,
πολλοὺς δ᾽ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,
230σῇ δ᾽ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.

Σαν τότε που για χάρη της λευκώλενης Ελένης, φύτρας ευγενικής,
χρόνους εννιά, δίχως αναπαμό, τους Τρώες πολεμώντας σ᾽ άγρια μάχη
σκότωνες πολλούς πολεμιστές, ώσπου με τη δική σου έξυπνη βουλή
230 αλώθηκε το κάστρο του Πριάμου, έπεσε η πόλη τους με τους μεγάλους δρόμους.

ψ 218-24
Η Πηνελόπη για την Ελένη
οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
ἀνδρὶ παρ᾽ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,
220 εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν
ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδ᾽ ἔμελλον.
τὴν δ᾽ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·
τὴν δ᾽ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ
λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.

Ακόμη κι η αργεία Ελένη, η θυγατέρα του Διός,
δεν θα ᾽πεφτε με ξένον άντρα στο κρεβάτι για τον έρωτά του,
220 αν ήξερε από πριν πως οι γενναίοι γιοι των Αχαιών
θα πολεμούσαν να τη φέρουν πίσω στην πατρίδα της.
Ένας θεός την έσπρωξε στην άσεμνή της πράξη·
η άτη που τυφλώνει δεν ήταν στην ψυχή της εξαρχής,
η ολέθρια άτη που πρώτη αιτία στάθηκε και στα δικά μας πάθη.

ψ 189-202
Ο Αγαμέμνονας για την Ελένη
οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,
200 κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τ᾽ ἀοιδὴ
ἔσσετ᾽ ἐπ᾽ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει
θηλυτέρῃσι γυναιξί, καὶ ἥ κ᾽ εὐεργὸς ἔῃσιν.»

Όχι όπως η δική μου, η κόρη του Τυνδάρεου, που έργα φριχτά
200 μελέτησε, κι έσφαξε, όπως έσφαξε, τον νόμιμό της άντρα.
Αυτής της μέλλεται τραγούδι μισητό στο στόμα των ανθρώπων, που θα φορτώσει
και στο μέλλον φήμη βαριά στων γυναικών τη φύτρα,
ακόμη κι αν αποδειχτεί κάποια γυναίκα ενάρετη.
  Μετάφραση Δ. Μαρωνίτη