Επιλέξτε μετάφραση:
| λ 1Αὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν, | λ 1Και εις το καράβι ως φθάσαμε κάτω στο περιγιάλι, |
| λ 2νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν, | λ 2πρώτα εις την θεία θάλασσα σύραμε το καράβι, |
| λ 3ἐν δ' ἱστὸν τιθέμεσθα καὶ ἱστία νηῒ μελαίνῃ, | λ 3έπειτα μέσα εστήσαμε κατάρτι και πανία, |
| λ 4ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ | λ 4κι εφέραμε τα πρόβατα· κατόπι εμπήκαμ' όλοι, |
| λ 5βαίνομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες. | λ 5δάκρυα χύνοντας θερμά, στην λύπη βυθισμένοι· |
| λ 6ἡμῖν δ' αὖ κατόπισθε νεὸς κυανοπρῴροιο | λ 6και οπίσω απ' το μαυρόπλωρο καράβι έστειλε πρύμον, |
| λ 7ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον, | λ 7που φούσκων' όλα τα πανιά, φίλον λαμπρόν, η Κίρκη, |
| λ 8Κίρκη ἐϋπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα. | λ 8δεινή θεά, καλόκομμη, όπ' έχει ανθρώπου γλώσσα. |
| λ 9ἡμεῖς δ' ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα | λ 9και τ' άρμεν' αφού σιάσαμε, καθόμασθε, και οδήγα |
| λ 10ἥμεθα· τὴν δ' ἄνεμός τε κυβερνήτης τ' ἴθυνε. | λ 10το πλοίο μας ο άνεμος ομού και ο κυβερνήτης, |
| λ 11τῆς δὲ πανημερίης τέταθ' ἱστία ποντοπορούσης. | λ 11και μ' ολοτέντωτα πανιά αρμένιζ' ολημέρα. |
| λ 12δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί· | λ 12και ο ήλιος ως βασίλευε και ισκιάζαν όλ' οι δρόμοι, |
| λ 13ἡ δ' ἐς πείραθ' ἵκανε βαθυῤῥόου Ὠκεανοῖο. | λ 13στον βαθύν ήλθ' Ωκεανόν, όπ' άκρ' είναι του κόσμου. |
| λ 14ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε, | λ 14η πόλη είναι και ο λαός εκεί των Κιμμερίων· |
| λ 15ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτ' αὐτοὺς | λ 15νέφος πυκνό και σκοτεινόν ολούθε τους σκεπάζει, |
| λ 16Ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν, | λ 16ουδέ ποτέ κοιτάζει αυτούς ο ακτινοβόλος Ήλιος, |
| λ 17οὔθ' ὁπότ' ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα, | λ 17στον αστροφόρον ουρανόν ούτ' όταν ανεβαίνει, |
| λ 18οὔθ' ὅτ' ἂν ἂψ ἐπὶ γαῖαν ἀπ' οὐρανόθεν προτράπηται, | λ 18ούτ' όταν κλίνει προς την γην από τα ουράνια μέρη· |
| λ 19ἀλλ' ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι. | λ 19αλλά τους άμοιρους θνητούς μαύρη πλακώνει νύκτα. |
| λ 20νῆα μὲν ἔνθ' ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα | λ 20στο μέρος τούτο αράξαμε και παίρνοντας τ' αρνία |
| λ 21εἱλόμεθ'· αὐτοὶ δ' αὖτε παρὰ ῥόον Ὠκεανοῖο | λ 21βγήκαμε, και του Ωκεανού το ρεύμ' ακολουθώντας |
| λ 22ᾔομεν, ὄφρ' ἐς χῶρον ἀφικόμεθ', ὃν φράσε Κίρκη. | λ 22οδεύαμε ως που εφθάσαμε στην θέση που 'πε η Κίρκη. |
| λ 23ἔνθ' ἱερήϊα μὲν Περιμήδης Εὐρύλοχός τε | λ 23Και ο Περιμήδης τα σφακτά και ο Ευρύλοχος βαστούσαν· |
| λ 24ἔσχον· ἐγὼ δ' ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ | λ 24και απ' το πλευρό μου έσυρα το ακόνητό μου ξίφος, |
| λ 25βόθρον ὄρυξ' ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα, | λ 25λάκκο μιαν πήχην έσκαψα του μάκρου και του πλάτου, |
| λ 26ἀμφ' αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι, | λ 26κι έχυσα γύρω αυτού χοές όλων των πεθαμένων. |
| λ 27πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέϊ οἴνῳ, | λ 27και ως έβαλα μελίκρατο, κρασί γλυκό, και τρίτα |
| λ 28τὸ τρίτον αὖθ' ὕδατι· ἐπὶ δ' ἄλφιτα λευκὰ πάλυνον. | λ 28νερό, και τα πασπάλισα με λευκ' αλεύρι επάνω, |
| λ 29πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα, | λ 29τες άδειες κάρες των νεκρών θερμά παρακαλώντας, |
| λ 30ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη, | λ 30να σφάξω ετάχθηκα εκλεκτήν και στείραν αγελάδα, |
| λ 31ῥέξειν ἐν μεγάροισι πυρήν τ' ἐμπλησέμεν ἐσθλῶν, | λ 31ως φθάσω εις την Ιθάκη μου, και μιαν πυρά να κάψω |
| λ 32Τειρεσίῃ δ' ἀπάνευθεν ὄϊν ἱερευσέμεν οἴῳ | λ 32πολύδωρην, και χωριστόν αρνί του Τειρεσία |
| λ 33παμμέλαν', ὃς μήλοισι μεταπρέπει ἡμετέροισι. | λ 33να θυσιάσω, ολόμαυρο, του κοπαδιού το πρώτο. |
| λ 34τοὺς δ' ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν, | λ 34και αφού με τάματα, μ' ευχές θερμές, τους πεθαμένους |
| λ 35ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα | λ 35ξιλέωσα, πήρα τ' αρνιά και τα 'σφαξα στον λάκκο, |
| λ 36ἐς βόθρον, ῥέε δ' αἷμα κελαινεφές· αἱ δ' ἀγέροντο | λ 36κι έρεε το αίμα ολόμαυρο· και ιδές, εσυναζόνταν |
| λ 37ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων· | λ 37των πεθαμένων οι ψυχές του ερέβους απ' τα βάθη, |
| λ 38νύμφαι τ' ἠΐθεοί τε πολύτλητοί τε γέροντες | λ 38νέες και νέοι, γέροντες πολύπαθοι μ' εκείνους, |
| λ 39παρθενικαί τ' ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι, | λ 39και ομού παρθένες τρυφερές με νεόλυπην καρδία, |
| λ 40πολλοὶ δ' οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν, | λ 40και άνδρες πολλοί, που τρύπησαν οι χαλκοφόρες λόγχες |
| λ 41ἄνδρες ἀρηΐφατοι, βεβροτωμένα τεύχε' ἔχοντες· | λ 41στην μάχη, κι είχαν τ' άρματα στο αίμ' όλο βαμμένα. |
| λ 42οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος | λ 42εδώθ' εκείθεν άπειροι στον λάκκο γύρω ερχόνταν |
| λ 43θεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει. | λ 43μ' αλαλαγμόν αμίλητον αχνός μ' επήρε φόβος, |
| λ 44δὴ τότ' ἔπειθ' ἑτάροισιν ἐποτρύνας ἐκέλευσα | λ 44τότ' είπα των συντρόφων μου να γδάρουν και να κάψουν |
| λ 45μῆλα, τὰ δὴ κατέκειτ' ἐσφαγμένα νηλέϊ χαλκῷ, | λ 45τ' αρνιά, ριμένα ως τα 'σφαξε το αλύπητο μαχαίρι, |
| λ 46δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν, | λ 46κι έπειτα ευχές των δυο θεών να ειπούν, εις τον ανδρείον |
| λ 47ἰφθίμῳ τ' Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ· | λ 47τον Άδη και στην άσπονδην αντάμα Περσεφόνη, |
| λ 48αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ | λ 48και το σπαθί μου εγύμνωσα και δεν εσυγχωρούσα |
| λ 49ἥμην οὐδ' εἴων νεκύων ἀμενηνὰ κάρηνα | λ 49τες άδειες κάρες των νεκρών καθόλου να σιμώσουν |
| λ 50αἵματος ἄσσον ἴμεν πρὶν Τειρεσίαο πυθέσθαι. | λ 50στο αίμα, πριν ερωτηθώ τον μάντη Τειρεσία. |
| λ 51πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου· | λ 51Και του συντρόφου μου η ψυχή, του Ελπήνορα, ήλθε πρώτη· |
| λ 52οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης· | λ 52ότι δεν είχε αυτός ταφεί στης γης τα σπλάχν' ακόμη. |
| λ 53σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς | λ 53το σώμ' αφήσαμεν εμείς στα μέγαρα της Κίρκης, |
| λ 54ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε. | λ 54άκλαυτον, άθαπτο, επειδή μας έβιαζ' άλλη ανάγκη. |
| λ 55τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ | λ 55άμα τον είδα εδάκρυσα κι επόνεσε η ψυχή μου, |
| λ 56καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· | λ 56κι ευθύς τον επροσφώνησα με λόγια πτερωμένα· |
| λ 57«Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα; | λ 57«Ελπήνορα, πώς έφθασες εις τ' άτεγγο σκοτάδι; |
| λ 58ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηῒ μελαίνῃ.» | λ 58πεζός συ πρόλαβες εμέ, που με καράβι ερχόμουν». |
| λ 59ὣς ἐφάμην, ὁ δέ μ' οἰμώξας ἠμείβετο μύθῳ· | λ 59Αυτά 'πα· εστέναξε βαθιά και μ' απαντούσ' εκείνος· |
| λ 60«διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ, | λ 60«Λαερτιάδη διογενή, πολύτεχνε Οδυσσέα, |
| λ 61ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος· | λ 61οργή θεού και τ' άμετρο κρασί μ' εξολοθρεύσαν. |
| λ 62Κίρκης δ' ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα | λ 62λησμόνησ', αφού πλάγιασα στο μέγαρο της Κίρκης, |
| λ 63ἄψοῤῥον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν, | λ 63απ' την υψηλήν κλίμακα να κατεβώ, π' ανέβην· |
| λ 64ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν | λ 64αλλ' απ' την σκέπην έπεσα κατάντικρα, κι εκόπη |
| λ 65ἀστραγάλων ἐάγη, ψυχὴ δ' Ἄϊδόσδε κατῆλθε. | λ 65ο τράχηλός μου, και η ψυχή ροβόλησε εις τον Άδη. |
| λ 66νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων, | λ 66και αχ! να σου ζήσουν οι ακριβοί, που ο κόσμος έχει ακόμη, |
| λ 67πρός τ' ἀλόχου καὶ πατρός, ὅ σ' ἔτρεφε τυτθὸν ἐόντα, | λ 67η σύντροφός σου και ο γονιός, που σ' έχει θρέψει βρέφος, |
| λ 68Τηλεμάχου θ', ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες· | λ 68και ο μόνος σου Τηλέμαχος, πόχεις στο σπίτι αφήσει,— |
| λ 69οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀΐδαο | λ 69τι ξεύρ' ότι γυρίζοντας εδώθε, από τον Άδη, |
| λ 70νῆσον ἐς Αἰαίην σχήσεις εὐεργέα νῆα· | λ 70θ' αράξεις το καράβι σου στην νήσο την Αιαία,— |
| λ 71ἔνθα σ' ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο. | λ 71όταν κει φθάσεις, έχε με στον νου σου, ω βασιλέα· |
| λ 72μή μ' ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν | λ 72να μη μ' αφήσεις άθαπτον και αδάκρυτον οπίσω |
| λ 73νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι, | λ 73φεύγοντας, μη σου γίνω εγώ θείας οργής αιτία. |
| λ 74ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοί ἐστι, | λ 74αλλ' έπαρε και κάψε με μαζί με τ' άρματά μου, |
| λ 75σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης, | λ 75κι εμένα μνήμα σήκωσε σιμά στ' αφράτο κύμα, |
| λ 76ἀνδρὸς δυστήνοιο, καὶ ἐσσομένοισι πυθέσθαι· | λ 76να 'ναι γνωστός και εις τους εξής του αμοίρου εμένα ο τάφος. |
| λ 77ταῦτά τέ μοι τελέσαι πῆξαί τ' ἐπὶ τύμβῳ ἐρετμόν, | λ 77κάμε μου τούτα, και κουπί στο μνήμα επάνω στήσε |
| λ 78τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετ' ἐμοῖσ' ἑτάροισιν.» | λ 78κείνο, που ζώντας έλαμνα μαζί με τους συντρόφους». |
| λ 79ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· | λ 79Αυτά 'πε, και του απάντησα· «τούτα όλα θα σου κάμω, |
| λ 80«ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἕρξω.» | λ 80όσα μου λέγεις, άμοιρε, σ' όλα θα δώσω τέλος». |
| λ 81νῶϊ μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν | λ 81Τέτοιες ελέγαμε φρικτές οι δυο μας ομιλίες· |
| λ 82ἥμεθ', ἐγὼ μὲν ἄνευθεν ἐφ' αἵματι φάσγανον ἴσχων, | λ 82εδώθ' εγώ το ξίφος μου στο αίμα επάνω εκράτουν, |
| λ 83εἴδωλον δ' ἑτέρωθεν ἑταίρου πόλλ' ἀγόρευεν. | λ 83κείθε πολλά του φίλου μου το φάντασμα ομιλούσε. |
| λ 84ἦλθε δ' ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης, | λ 84Της πεθαμένης μου μητρός τότε η ψυχή μου εφάνη, |
| λ 85Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια, | λ 85η Αντίκλεια, κόρη του υψηλού στο φρόνημ' Αυτολύκου· |
| λ 86τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν. | λ 86την είχ' αφήσει στην ζωή, κινώντας για την Τροία. |
| λ 87τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ· | λ 87άμα την είδα εδάκρυσα, κι εράισ' η καρδιά μου, |
| λ 88ἀλλ' οὐδ' ὧς εἴων προτέρην, πυκινόν περ ἀχεύων, | λ 88αλλ' όμως δεν την άφηνα πρώτη να πλησιάσει |
| λ 89αἵματος ἄσσον ἴμεν πρὶν Τειρεσίαο πυθέσθαι. | λ 89στο αίμα, πριν ερωτηθώ τον Μάντη Τειρεσία. |
| λ 90ἦλθε δ' ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο, | λ 90Κ' ήλθε η ψυχή του παλαιού Θηβαίου Τειρεσία· |
| λ 91χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δ' ἔγνω καὶ προσέειπε· | λ 91σκήπτρο κρατούσε ολόχρυσο· μ' εγνώρισε και μου 'πε· |
| λ 92«διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ, | λ 92«Λαερτιάδη διογενή, πολύτεχνε Οδυσσέα, |
| λ 93τίπτ' αὖτ', ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο | λ 93τι πάλιν, ω ταλαίπωρε, από το φως του ηλίου |
| λ 94ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον; | λ 94ήλθες να ίδεις τους νεκρούς, τον άτερπνο τον κόσμο; |
| λ 95ἀλλ' ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ, | λ 95σύρου απ' τον λάκκο, το σπαθί βάστα μακριά, να πίω |
| λ 96αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.» | λ 96από το αίμα, να σου ειπώ κατόπι την αλήθεια». |
| λ 97ὣς φάτ', ἐγὼ δ' ἀναχασσάμενος ξίφος ἀργυρόηλον | λ 97Αυτά 'πε, κι εγώ σύρθηκα κι έχωσα εις το θηκάρι |
| λ 98κουλεῷ ἐγκατέπηξ'. ὁ δ' ἐπεὶ πίεν αἷμα κελαινόν, | λ 98τ' αργυροκάρφωτο σπαθί, και άμ' έπιε το μαύρ' αίμα |
| λ 99καὶ τότε δή μ' ἐπέεσσι προσηύδα μάντις ἀμύμων· | λ 99ο άψεγος μάντης είπε μου· «γυρεύεις την γλυκεία |
| λ 100«νόστον δίζηαι μελιηδέα, φαίδιμ' Ὀδυσσεῦ· | λ 100εις την πατρίδα επιστροφή, λαμπρότατε Οδυσσέα. |
| λ 101τὸν δέ τοι ἀργαλέον θήσει θεός. οὐ γὰρ ὀΐω | λ 101θα σ' εμποδίσει ένας θεός· κακά θε να ξεφύγεις |
| λ 102λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ, | λ 102του κοσμοσείστη, π' άσπονδο μίσος για σένα τρέφει, |
| λ 103χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας. | λ 103αφού το φως αφαίρεσες του αγαπητού παιδιού του. |
| λ 104ἀλλ' ἔτι μέν κε καὶ ὧς, κακά περ πάσχοντες, ἵκοισθε, | λ 104πολλά θα πάθετε κακά, και όμως θα φθάστε ακόμα, |
| λ 105αἴ κ' ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων, | λ 105αρκεί να θέλεις χαλινό να βάλεις της καρδιάς σου, |
| λ 106ὁππότε κεν πρῶτον πελάσῃς εὐεργέα νῆα | λ 106και των συντρόφων, το καλό καράβι σου άμ' αράξεις. |
| λ 107Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον, | λ 107το μαύρο κύμ' αφήνοντας, στην νήσο Θρινακία, |
| λ 108βοσκομένας δ' εὕρητε βόας καὶ ἴφια μῆλα | λ 108κι ευρείτ' εκεί τα πρόβατα να βόσκουν και οι δαμάλες |
| λ 109Ἠελίου, ὃς πάντ' ἐφορᾷ καὶ πάντ' ἐπακούει. | λ 109του Ηλιού, που όλ' άνωθε τηρά και όλ' άνωθεν ακούει. |
| λ 110τὰς εἰ μέν κ' ἀσινέας ἐάᾳς νόστου τε μέδηαι, | λ 110και αν δεν τα εγγίξεις κι εννοιασθείς για την επιστροφή σου, |
| λ 111καί κεν ἔτ' εἰς Ἰθάκην, κακά περ πάσχοντες, ἵκοισθε· | λ 111τότε, και αν πάθετε πολλά, θα φθάστε εις την Ιθάκη· |
| λ 112εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ' ὄλεθρον | λ 112αλλ' αν τα βλάψεις, όλεθρο προβλέπω εις το καράβι |
| λ 113νηΐ τε καὶ ἑτάροισ'. αὐτὸς δ' εἴ πέρ κεν ἀλύξῃς, | λ 113και εις τους συντρόφους· και αν σωθείς μόνος εσύ, θα φθάσεις |
| λ 114ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους, | λ 114αργά και κακώς έχοντας, και από συντρόφους έρμος. |
| λ 115νηὸς ἐπ' ἀλλοτρίης· δήεις δ' ἐν πήματα οἴκῳ, | λ 115με ξένο πλοίο, και θα βρεις στο σπίτι δυστυχίες. |
| λ 116ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι | λ 116άνδρες απόκοτοι το βιο σου τρώγουν, και με δώρα |
| λ 117μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες. | λ 117την θεϊκή σου σύντροφο ζητεί καθείς να πάρει· |
| λ 118ἀλλ' ἦ τοι κείνων γε βίας ἀποτείσεαι ἐλθών· | λ 118αλλ' άμα φθάσεις, φοβερά θα εκδικηθείς εκείνους. |
| λ 119αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι | λ 119και αφού μέσα στο σπίτι σου χαλάσεις τους μνηστήρες, |
| λ 120κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέϊ χαλκῷ, | λ 120είτε με δόλο ή φανερά, μ' ακονισμένη λόγχη, |
| λ 121ἔρχεσθαι δὴ ἔπειτα, λαβὼν εὐῆρες ἐρετμόν, | λ 121έπαρε δρόμο, φέροντας ίσιο κοπί μαζί σου, |
| λ 122εἰς ὅ κε τοὺς ἀφίκηαι, οἳ οὐκ ἴσασι θάλασσαν | λ 122όσο να φθάσεις στους θνητούς, που θάλασσα δεν ξεύρουν, |
| λ 123ἀνέρες οὐδέ θ' ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν· | λ 123και οπού δεν τρώγουν φαγητό με άλατ' αρτυμένο· |
| λ 124οὐδ' ἄρα τοὶ ἴσασι νέας φοινικοπαρῄους, | λ 124ούτε τα κοκκινόπλωρα καράβια αυτοί γνωρίζουν, |
| λ 125οὐδ' εὐήρε' ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται. | λ 125ούτε τα ίσια κουπιά, που 'ναι πτερά των πλοίων. |
| λ 126σῆμα δέ τοι ἐρέω μάλ' ἀριφραδές, οὐδέ σε λήσει· | λ 126και άκου σημάδι φανερό, που δεν θα σου ξεφύγει· |
| λ 127ὁππότε κεν δή τοι ξυμβλήμενος ἄλλος ὁδίτης | λ 127στον δρόμον άμ' απαντηθεί με σέν' άλλος οδίτης, |
| λ 128φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ, | λ 128και ειπεί στον λαμπρόν ώμο σου πώς έχεις λιχνιστήρι, |
| λ 129καὶ τότε δὴ γαίῃ πήξας εὐῆρες ἐρετμόν, | λ 129ευθύς το ίσιο κουπί στήσε εις την γη και κάμε |
| λ 130ἕρξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι, | λ 130του Ποσειδώνα βασιλιά καλόδεκτες θυσίες· |
| λ 131ἀρνειὸν ταῦρόν τε συῶν τ' ἐπιβήτορα κάπρον, | λ 131κριάρι, ταύρον σφάξε του και χοίρον αναβάτη· |
| λ 132οἴκαδ' ἀποστείχειν ἕρδειν θ' ἱερὰς ἑκατόμβας | λ 132και γύρε εις την πατρίδα σου, κι ιερές κάμ' εκατόμβες |
| λ 133ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, | λ 133των αθανάτων, πόχουσι των ουρανών τους θόλους, |
| λ 134πᾶσι μάλ' ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ | λ 134με την σειρά του καθενός· και θάνατος θα σ' εύρει |
| λ 135ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ | λ 135έξω απ' την θάλασσα ελαφρός, και θα σε σβήσει αγάλι |
| λ 136γήρᾳ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ | λ 136μες τα λαμπρά γεράματα· και ωστόσ' ολόγυρά σου |
| λ 137ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.» | λ 137θα 'ναι μακάριος ο λαός· σου είπα την αλήθεια». |
| λ 138ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· | λ 138Είπε, κι εγώ του απάντησα· «τούτα όλα, ω Τειρεσία, |
| λ 139«Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί. | λ 139τ' αποφάσισαν οι θεοί· πλην τώρα δίδαξέ με |
| λ 140ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· | λ 140να μάθω αυτό που σ' ερωτώ· κεί πέρα της μητρός μου |
| λ 141μητρὸς τήνδ' ὁρόω ψυχὴν κατατεθνηυίης· | λ 141την ψυχή βλέπω, και βουβή μένει σιμά στο αίμα, |
| λ 142ἡ δ' ἀκέουσ' ἧσται σχεδὸν αἵματος οὐδ' ἑὸν υἱὸν | λ 142και τον υιόν της δεν τολμά στα μάτια να κοιτάξει, |
| λ 143ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι· | λ 143ούτε καν λόγο να του ειπεί· συ, κύριε, δίδαξέ με |
| λ 144εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;» | λ 144αυτή πώς θ' αναγνώριζεν εμένα ότ' είμ' εκείνος». |
| λ 145ὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπε· | λ 145Είπα, κι ευθύς μου απάντησεν ο μάντης Τειρεσίας· |
| λ 146«ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐνὶ φρεσὶ θήσω· | λ 146«εύκολος θα 'ναι ο λόγος μου και βάλε τον στον νου σου· |
| λ 147ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων | λ 147όποιον αφήσεις των νεκρών στο αίμα να σιμώσει, |
| λ 148αἵματος ἄσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει· | λ 148κείνος αλήθειες θα σου ειπεί· και εις όποιον το εμποδίσεις, |
| λ 149ᾧ δέ κ' ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.» | λ 149εκείνον πάραυτα θα ιδείς να φύγει απ' έμπροσθέν σου». |
| λ 150ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω | λ 150Έπαυσε, κι εκατέβηκε του θείου Τειρεσία |
| λ 151Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατ' ἔλεξεν· | λ 151στον Άδη πάλιν η ψυχή, αφού την μοίραν είπε. |
| λ 152αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρ' ἐπὶ μήτηρ | λ 152εγώ στον τόπον έμενα, κι εσίμωσε η μητέρα· |
| λ 153ἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δ' ἔγνω | λ 153το μαύρον αίμα ερούφησε κι ευθύς εγνώρισέ με, |
| λ 154καί μ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· | λ 154και κλαίοντας μου ομίλησεν «εις τ' άφεγγο σκοτάδι |
| λ 155«τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα | λ 155πώς εκατέβης, τέκνο μου, συ ζωντανός ακόμα; |
| λ 156ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι. | λ 156και δύσκολο 'ναι ζωντανοί να ιδούν τούτα 'δω κάτω, |
| λ 157μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα, | λ 157τ' είναι στην μέση απέραντα και φοβερά ποτάμια, |
| λ 158Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι | λ 158και πρώτος ο Ωκεανός, που δεν μπορεί κανένας, |
| λ 159πεζὸν ἐόντ', ἢν μή τις ἔχῃ εὐεργέα νῆα. | λ 159χωρίς καράβι στερεό, πεζός να τον περάσει. |
| λ 160ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδ' ἱκάνεις | λ 160τάχ' απ' την Τροίαν έφθασες εδώ με τους συντρόφους, |
| λ 161νηΐ τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες | λ 161αφού πολλά πλανήθηκες; και ακόμη στην Ιθάκη |
| λ 162εἰς Ἰθάκην οὐδ' εἶδες ἐνὶ μεγάροισι γυναῖκα;» | λ 162δεν ήλθες, και την σύντροφο στα γονικά δεν είδες»; |
| λ 163ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· | λ 163Αυτά 'πε, κι εγώ προς αυτήν απάντησα και είπα· |
| λ 164«μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀΐδαο | λ 164«μητέρα, ανάγκη μ' έφερε στον Άδη να ερωτήσω |
| λ 165ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο· | λ 165την μοίραν απ' τον παλαιόν Θηβαίον Τειρεσία· |
| λ 166οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος οὐδέ πω ἁμῆς | λ 166τι σ' άκραν γης Αχαϊκής δεν έχω φθάσει ακόμη, |
| λ 167γῆς ἐπέβην, ἀλλ' αἰὲν ἔχων ἀλάλημαι ὀϊζύν, | λ 167και δέρνομαι ακατάπαυτα μακράν απ' την πατρίδα, |
| λ 168ἐξ οὗ τὰ πρώτισθ' ἑπόμην Ἀγαμέμνονι δίῳ | λ 168απ' την στιγμήν που ως οπαδός του δοξασμένου Ατρείδη |
| λ 169Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μαχοίμην. | λ 169να πολεμήσω επέρασα στην εύιππην Τρωάδα. |
| λ 170ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· | λ 170τώρα εις εμέ φανέρωσε, μ' αλήθεια λέγε, ποία |
| λ 171τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο; | λ 171μοίρα του τεντοπλάγιαστου θανάτου σ' έχει σβήσει· |
| λ 172ἢ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιρα | λ 172ήταν αρρώστια μακρινή; μη σ' εύρεν η τοξεύτρα |
| λ 173οἷσ' ἀγανοῖσι βέλεσσιν ἐποιχομένη κατέπεφνεν; | λ 173Άρτεμις και σ' ενέκρωσε με τα λεπτά της βέλη; |
| λ 174εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον, | λ 174τι γίνεται ο πατέρας μου, και ο υιός οπ' έχω αφήσει; |
| λ 175ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη | λ 175την εξουσία μου κρατούν ή κάποιος των ηρώων |
| λ 176ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δ' οὐκέτι φασὶ νέεσθαι. | λ 176άλλος την έχει, και θαρρούν πως δεν θα γύρω πλέον; |
| λ 177εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε, | λ 177ειπέ μου και το φρόνημα, την γνώμη, της συντρόφου· |
| λ 178ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει, | λ 178με το παιδί μας μένει αυτή και κυβερνά το σπίτι |
| λ 179ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.» | λ 179ή πρόκριτος των Αχαιών ήδη την πήρε νύμφη;» |
| λ 180ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο πότνια μήτηρ· | λ 180Αυτά 'πα και μου απάντησεν η σεβαστή μητέρα· |
| λ 181«καὶ λίην κείνη γε μένει τετληότι θυμῷ | λ 181«και με πολλήν υπομονή στα μέγαρα σου ακόμη |
| λ 182σοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζυραὶ δέ οἱ αἰεὶ | λ 182εκείνη μένει, κι έρημη, χωρίς παρηγορία, |
| λ 183φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ. | λ 183τα ημερονύκτια δαπανά στα κλάυματα η θλιμμένη. |
| λ 184σὸν δ' οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος | λ 184ούτε την εξουσία σου κανείς σου πήρε ως τώρα, |
| λ 185Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐΐσας | λ 185αλλ' ήσυχα ο Τηλέμαχος έχει τα κλείσματά σου, |
| λ 186δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρ' ἀλεγύνειν· | λ 186και εις τα συμπόσια τον τιμούν ως εις κριτήν αρμόζει, |
| λ 187πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει | λ 187ότι καθένας τον καλεί· και ο γέρος σου ο πατέρας |
| λ 188ἀγρῷ οὐδὲ πόλινδε κατέρχεται· οὐδέ οἱ εὐναὶ | λ 188εις τον αγρό του κατοικεί, και ούτ' έρχεται στην πόλη, |
| λ 189δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα, | λ 189ούτ' έχει κλίνες με λαμπρά παπλώματα στρωμένες· |
| λ 190ἀλλ' ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ, | λ 190πλην τον χειμώνα σπίτι του κοιμάτ' όπου και οι δούλοι, |
| λ 191ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται· | λ 191στην στάκτη, στην γωνιά σιμά, κι είναι κακενδυμένος· |
| λ 192αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τ' ὀπώρη, | λ 192και άμ' έλθει ο θέρος και ο καλός καιρός του φθινοπώρου, |
| λ 193πάντῃ οἱ κατὰ γουνὸν ἀλῳῆς οἰνοπέδοιο | λ 193στο κάρπιμο κηπάρι του παντού τ' αμπελωμένο |
| λ 194φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί. | λ 194χαμηλές κλίνες έχει αυτός τα πεσημένα φύλλα· |
| λ 195ἔνθ' ὅ γε κεῖτ' ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει | λ 195κείτεται αυτού και αδημονεί ποθώντας να γυρίσεις, |
| λ 196σὸν νόστον ποθέων· χαλεπὸν δ' ἐπὶ γῆρας ἱκάνει. | λ 196κι ενώ πληθαίνει ο πόνος του τα γέρα τον πλακώνουν. |
| λ 197οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον· | λ 197ότι απαράλλακτος καημός κι εμ' έφερε στον τάφο· |
| λ 198οὔτ' ἐμέ γ' ἐν μεγάροισιν ἐΰσκοπος ἰοχέαιρα | λ 198ούτε η καλότοξη θεά μ' ηύρε στα δώματά μου |
| λ 199οἷσ' ἀγανοῖσι βέλεσσιν ἐποιχομένη κατέπεφνεν, | λ 199και μ' έσβησεν, η Άρτεμις, με τα λεπτά της βέλη· |
| λ 200οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα | λ 200αλλ' ούτε αρρώστια μ' εύρηκεν απ' όσες καταλύουν |
| λ 201τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν· | λ 201με μαρασμόν ελεεινό τη ζήση των ανθρώπων· |
| λ 202ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμ' Ὀδυσσεῦ, | λ 202αλλ' ο καημός σου, η φρόνηση, του ήθους σου η γλυκάδα, |
| λ 203σή τ' ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.» | λ 203αυτά μου εκόψαν την ζωή, λαμπρότατε Οδυσσέα». |
| λ 204ὣς ἔφατ', αὐτὰρ ἐγώ γ' ἔθελον φρεσὶ μερμηρίξας | λ 204Αυτά 'πε· συλλογίσθηκα, και της νεκρής μητρός μου |
| λ 205μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης. | λ 205να πιάσω τότε την ψυχήν ηθέλησα ο θλιμμένος· |
| λ 206τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει, | λ 206και τρεις εχύθηκα φορές, να πιάσω αυτήν ποθώντας, |
| λ 207τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ | λ 207και τρεις ομοίωμα σκιάς ή ονείρου από τα χέρια |
| λ 208ἔπτατ'· ἐμοὶ δ' ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον, | λ 208μόφυγε· και βαρύτερος μ' εστενοχώρα ο πόνος, |
| λ 209καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· | λ 209και προς αυτήν εφώναζα· «τι φεύγεις, ω μητέρα, |
| λ 210«μῆτερ ἐμή, τί νύ μ' οὐ μίμνεις ἑλέειν μεμαῶτα, | λ 210εις την στιγμή, που προσπαθώ με πόθο να σε πιάσω, |
| λ 211ὄφρα καὶ εἰν Ἀΐδαο φίλας περὶ χεῖρε βαλόντε | λ 211όπως και οι δυο στην κατοικιά του Άδη αγκαλιασμένοι |
| λ 212ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο; | λ 212του κρύου κλάυματος ομού την ηδονή χαρούμε. |
| λ 213ἦ τί μοι εἴδωλον τόδ' ἀγαυὴ Περσεφόνεια | λ 213μην είναι τούτο φάντασμα, που η θεία Περσεφόνη |
| λ 214ὤτρυν', ὄφρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;» | λ 214μόστειλ', όπως η λύπη μου και οι στεναγμοί πληθύνουν;» |
| λ 215ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο πότνια μήτηρ· | λ 215Αυτά 'πα, και μου απάντησεν η σεβαστή μητέρα· |
| λ 216«ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν, | λ 216«α! τέκνο μου, βαρυόμοιρε, ως άλλος δεν ευρέθη! |
| λ 217οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει, | λ 217δεν απατά σε του Διός η κόρ', η Περσεφόνη, |
| λ 218ἀλλ' αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν. | λ 218αλλ' είναι αυτός εις τους θνητούς ο νόμος του θανάτου. |
| λ 219οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν, | λ 219τες σάρκες και τα κόκαλα πλια δεν κρατούν τα νεύρα, |
| λ 220ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο | λ 220αλλ' εκείν' όλα η δύναμη της φλόγας αφανίζει, |
| λ 221δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκ' ὀστέα θυμός, | λ 221μόλις τα λευκά κόκαλα το πνεύμ' αφήσει μόνα· |
| λ 222ψυχὴ δ' ἠΰτ' ὄνειρος ἀποπταμένη πεπότηται. | λ 222και ως όνειρο η ψυχή πετά γυρνώντας στον αέρα. |
| λ 223ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα | λ 223αλλά να ιδείς πάλι το φως ξεκίνησε, και μάθε |
| λ 224ἴσθ', ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.» | λ 224τούτ' όλα, της συντρόφου σου για να τα ειπείς κατόπι». |
| λ 225νῶϊ μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθ', αἱ δὲ γυναῖκες | λ 225Αυτά συνομιλούσαμε· και ιδού, γυναικών πλήθος |
| λ 226ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια, | λ 226έρχονταν, —ως τες έστελνεν η θεία Περσεφόνη,— |
| λ 227ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες. | λ 227όσες και αν ήσαν σύντροφοι και κόρες των ηρώων. |
| λ 228αἱ δ' ἀμφ' αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο, | λ 228κι ενώ στο αίμα ολόγυρα το μαύρο εσυναζόνταν, |
| λ 229αὐτὰρ ἐγὼ βούλευον, ὅπως ἐρέοιμι ἑκάστην. | λ 229πώς να ερωτήσω καθεμιά στον νου μου εγώ ζητούσα. |
| λ 230ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· | λ 230και απ' όλες η καλύτερη τούτη μου εφάνη γνώμη· |
| λ 231σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ | λ 231απ' το πλευρό μου έσυρα το ακονητό σπαθί μου, |
| λ 232οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν. | λ 232και δεν τες άφηνα μαζί το μαύρ' αίμα να πίνουν· |
| λ 233αἱ δὲ προμνηστῖναι ἐπήϊσαν, ἠδὲ ἑκάστη | λ 233κι έρχονταν τότε αραδικώς αυτού, και καθεμία |
| λ 234ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δ' ἐρέεινον ἁπάσας. | λ 234το γένος της φανέρωνε, καθώς την ερωτούσα. |
| λ 235ἔνθ' ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν, | λ 235Πρώτ' ήλθε απ' όλες η Τυρώ, η καλογεννημένη, |
| λ 236ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι, | λ 236πόλεγε ότ' ήταν γέννημα του απταίστου Σαλμωνέα, |
| λ 237φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο· | λ 237και τον Κριθέα σύζυγον ότ' είχε τον Αιολίδη. |
| λ 238ἣ ποταμοῦ ἠράσσατ' Ἐνιπῆος θείοιο, | λ 238άρεσε αυτής ο ποταμός, ο θείος Ενιπέας, |
| λ 239ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι, | λ 239των ποταμών, όπ' έχ' η γη, ο πλια χαριτωμένος. |
| λ 240καί ῥ' ἐπ' Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα. | λ 240στην πρόσχαρη ακροποταμιάν εσύχναζεν η κόρη, |
| λ 241τῷ δ' ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος | λ 241και ο γεωφόρος ο θεός ομοιώθη του Ενιπέα, |
| λ 242ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος· | λ 242και σιμά της επλάγιασε στου ποταμού το στόμα. |
| λ 243πορφύρεον δ' ἄρα κῦμα περιστάθη οὔρεϊ ἶσον, | λ 243το κύμα ως όρος θολωτόν εστάθη ολόγυρά τους, |
| λ 244κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα. | λ 244κι έκρυψε τον αθάνατον, και την θνητήν γυναίκα. |
| λ 245λῦσε δὲ παρθενίην ζώνην, κατὰ δ' ὕπνον ἔχευεν. | λ 245και αυτήν τότε αποκοίμισεν, αφού της παρθενίας |
| λ 246αὐτὰρ ἐπεί ῥ' ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα, | λ 246την ζώνην έλυσε, ο θεός· και ως έγιναν τα έργα |
| λ 247ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· | λ 247τα ερωτικά, της έσφιξε το χέρι και της είπε· |
| λ 248«χαῖρε, γύναι, φιλότητι· περιπλομένου δ' ἐνιαυτοῦ | λ 248«χαίρε, γυνή, στ' αγκάλιασμα· στην ώρα θα γεννήσεις |
| λ 249τέξεαι ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ | λ 249ωραία τέκνα· και άκαρπη ποτέ δεν είναι η κλίνη |
| λ 250ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε. | λ 250των αθανάτων· θρέψε τα και γλυκανάστησέ τα. |
| λ 251νῦν δ' ἔρχευ πρὸς δῶμα καὶ ἴσχεο μηδ' ὀνομήνῃς· | λ 251τώρα εις το δώμα πήγαινε, σώπα, μη μ' ονομάσεις· |
| λ 252αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.» | λ 252και συ μάθ' ότι εγνώρισες τον σείστη Ποσειδώνα». |
| λ 253ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα. | λ 253είπε και μες την θάλασσαν, οπ' άφριζ', εβυθίσθη. |
| λ 254ἡ δ' ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα, | λ 254και τον Πελία γέννησεν αυτή και τον Νηλέα |
| λ 255τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην | λ 255και ο Δίας τους ετίμησε· βασίλευε ο Πελίας |
| λ 256ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαολκῷ | λ 256εις την Ιωλκό πολύαρνος, ο άλλος εις την Πύλο. |
| λ 257ναῖε πολύῤῥηνος, ὁ δ' ἄρ' ἐν Πύλῳ ἠμαθόεντι. | λ 257και η δοξαστή βασίλισσα κατόπιν του Κρηθέα |
| λ 258τοὺς δ' ἑτέρους Κρηθῆϊ τέκεν βασίλεια γυναικῶν, | λ 258άλλους εγέννησεν υιούς, τον Αίσονα, τον Φέρη, |
| λ 259Αἴσονά τ' ἠδὲ Φέρητ' Ἀμυθάονά θ' ἱππιοχάρμην. | λ 259τον Αμυθάν' ανίκητον εις την ιππομαχία. |
| λ 260τὴν δὲ μέτ' Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα, | λ 260Κατόπιν είδα του Ασωπού την κόρην Αντιόπη, |
| λ 261ἣ δὴ καὶ Διὸς εὔχετ' ἐν ἀγκοίνῃσιν ἰαῦσαι, | λ 261που, ως εκαυχόνταν, του Διός κοιμήθη στες αγκάλες· |
| λ 262καί ῥ' ἔτεκεν δύο παῖδ', Ἀμφίονά τε Ζῆθόν τε, | λ 262και τέκνα δυο γεννήθηκαν, ο Αμφίονας και ο Ζήθος· |
| λ 263οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο | λ 263τον τόπο της επτάπυλης Θήβας εκτίσαν πρώτοι, |
| λ 264πύργωσάν τ', ἐπεὶ οὐ μὲν ἀπύργωτόν γ' ἐδύναντο | λ 264κι επύργωσαν απύργωτην την απλωμένην Θήβα |
| λ 265ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε. | λ 265δεν δύνονταν να κατοικούν, όσην ανδρειά και αν είχαν. |
| λ 266τὴν δὲ μετ' Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν, | λ 266Είδα και του Αμφιτρύωνα την σύντροφον Αλκμήνη, |
| λ 267ἥ ῥ' Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα | λ 267οπού τον λεοντόψυχον, άφοβον Ηρακλέα |
| λ 268γείνατ' ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα· | λ 268εγέννησε, αφού πλάγιασε στην αγκαλιά του Δία. |
| λ 269καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα, | λ 269και του γενναίου Κρέοντα την κόρη την Μεγάρα, |
| λ 270τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής. | λ 270που νύμφην ο αδάμαστος την είχε Αμφιτρυωνίδης. |
| λ 271μητέρα τ' Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην, | λ 271Του Οιδίπου η μάνα εφάνηκεν, η εύμορφη Επικάστη, |
| λ 272ἣ μέγα ἔργον ἔρεξεν ἀϊδρείῃσι νόοιο | λ 272που τυφλωμένη ανόμησε φρικτά με τον υιόν της. |
| λ 273γημαμένη ᾧ υἷϊ· ὁ δ' ὃν πατέρ' ἐξεναρίξας | λ 273πόσφαξε τον πατέρα του και αυτήν γυναίκα επήρε. |
| λ 274γῆμεν· ἄφαρ δ' ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν. | λ 274και τα γενόμενα οι θεοί στον κόσμο φανερώσαν, |
| λ 275ἀλλ' ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων | λ 275και αυτός με πάθη, στην γλυκιά την Θήβα, των Καδμείων |
| λ 276Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς· | λ 276βασίλευε, ως ηθέλησεν η οργή των αθανάτων. |
| λ 277ἡ δ' ἔβη εἰς Ἀΐδαο πυλάρταο κρατεροῖο, | λ 277και αυτήν εδέχθη ο άσπλαχνος ο θυρωρός, ο Άδης· |
| λ 278ἁψαμένη βρόχον αἰπὺν ἀφ' ὑψηλοῖο μελάθρου | λ 278ότι, στον άκρον πόνο της, ψηλάθ' από την σκέπη |
| λ 279ᾧ ἄχεϊ σχομένη· τῷ δ' ἄλγεα κάλλιπ' ὀπίσσω | λ 279κρεμάσθη με συρτοθηλιά, και άφησ' εκείνου πάθη |
| λ 280πολλὰ μάλ', ὅσσα τε μητρὸς ἐρινύες ἐκτελέουσι. | λ 280αμέτρητ', όσα προξενούν οι μητρικές κατάρες. |
| λ 281καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς | λ 281Εφάν' η Χλώρις έπειτα, που για τα εξαίσια κάλλη |
| λ 282γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα, | λ 282νύμφην επήρε, αφού 'δωσε πολλά δώρα, ο Νηλέας, |
| λ 283ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο, | λ 283κόρ' ύστερη του Αμφίονα Ιασίδη, του κυρίου |
| λ 284ὅς ποτ' ἐν Ὀρχομενῷ Μινυηΐῳ ἶφι ἄνασσεν· | λ 284του Ορχομενού των Μινυών βασίλισσα εις την Πύλο |
| λ 285ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα, | λ 285τέκνα λαμπρά του εγέννησεν η Χλώρις, τον Χρομίον, |
| λ 286Νέστορά τε Χρομίον τε Περικλύμενόν τ' ἀγέρωχον. | λ 286τον άγριον Περικλύμενον, τον Νέστορα, και ακόμη |
| λ 287τοῖσι δ' ἐπ' ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι, | λ 287την πολυθαύμαστη Πηρώ, πού την ζητούσαν όλοι |
| λ 288τὴν πάντες μνώοντο περικτίται· οὐδέ τι Νηλεὺς | λ 288απ' όλα τα περίχωρα· την έδιδ' ο Νηλέας |
| λ 289τῷ ἐδίδου, ὃς μὴ ἕλικας βόας εὐρυμετώπους | λ 289σ' όποιον τους ταύρους θα 'παιρνε του Ιφίκλου απ' την Φυλάκη |
| λ 290ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης | λ 290και αυτ' ήσαν δυσκολόπαρτοι· και απ' όλους άγιος μάντης |
| λ 291ἀργαλέας. τὰς δ' οἶος ὑπέσχετο μάντις ἀμύμων | λ 291ετόλμησε κι εδέχθηκεν εκείθε να τους πάρει· |
| λ 292ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε | λ 292αλλά τον άνδρα εσπέδισε μοίρα θεού βαρεία· |
| λ 293δεσμοί τ' ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται. | λ 293κακά τον έζωσαν δεσμά και αγροτικοί βουκόλοι. |
| λ 294ἀλλ' ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο | λ 294αλλ' αφού οι μήνες διάβηκαν, και οι μέρες ετελειώσαν, |
| λ 295ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, | λ 295κι έκλειεν ο χρόνος, κι έρχονταν στον κύκλο τους οι ώρες, |
| λ 296καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη | λ 296τον έλυσεν ο Ίφικλος, αφού την μοίραν είπεν |
| λ 297θέσφατα πάντ' εἰπόντα· Διὸς δ' ἐτελείετο βουλή. | λ 297όλην αυτός, και του Διός το θέλημα εγενόνταν. |
| λ 298καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν, | λ 298Είδα την Λήδαν έπειτα, την νύμφη του Τυνδάρου, |
| λ 299ἥ ῥ' ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε, | λ 299που του Τυνδάρου εγέννησε τα τέκνα τα γενναία, |
| λ 300Κάστορά θ' ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα, | λ 300τον Κάστορα ιπποδαμαστή, τον πύκτη Πολυδεύκη, |
| λ 301τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα· | λ 301που και τους δύο ζωντανούς κατέχ' η γη γεννήτρα. |
| λ 302οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες | λ 302αυτούς και κάτω από την γην ετίμησεν ο Δίας, |
| λ 303ἄλλοτε μὲν ζώουσ' ἑτερήμεροι, ἄλλοτε δ' αὖτε | λ 303πότε να είναι ζωντανοί και πότε πεθαμένοι, |
| λ 304τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι. | λ 304καθένας την ημέρα του· και ωσάν θεοί τιμώνται. |
| λ 305τὴν δὲ μέτ' Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν, | λ 305Είδα την Ιφιμέδεια, γυναίκα του Αλωέα, |
| λ 306εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι, | λ 306πόλεγεν ότι επλάγιασε σιμά στον Ποσειδώνα, |
| λ 307καί ῥ' ἔτεκεν δύο παῖδε, μινυνθαδίω δὲ γενέσθην, | λ 307και δύο τέκνα γέννησε, κοντόχρονα, τον Ώτον, |
| λ 308Ὦτόν τ' ἀντίθεον τηλεκλειτόν τ' Ἐφιάλτην, | λ 308τον θείον, και τον ξακουστόν στον κόσμον Εφιάλτη· |
| λ 309οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα | λ 309απ' όσους έθρεψεν η γη ψηλότερ' ήσαν κείνοι, |
| λ 310καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα· | λ 310κι ύστερ' απ' τον Ωρίωνα, λαμπρότεροι στο κάλλος. |
| λ 311ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν | λ 311ήσαν εννιάχρονα παιδιά κι εννέα πήχες είχαν |
| λ 312εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι. | λ 312πλάτος, αλλά το μάκρος τους έφθανε οργιές εννέα· |
| λ 313οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ | λ 313και τους θεούς φοβέριζαν ακόμη αυτοί να στήσουν |
| λ 314φυλόπιδα στήσειν πολυάϊκος πολέμοιο. | λ 314μάχην φρικτήν στον Όλυμπο, πολέμου τρικυμία. |
| λ 315Ὄσσαν ἐπ' Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπ' Ὄσσῃ | λ 315την Όσσαν εις τον Όλυμπο, στην Όσσα το δασώδες |
| λ 316Πήλιον εἰνοσίφυλλον, ἵν' οὐρανὸς ἀμβατὸς εἴη. | λ 316Πήλιο να θέσουν ήθελαν, στον ουρανό να φθάσουν. |
| λ 317καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο· | λ 317και αν είχαν ζήσει ν' ανδρωθούν θα το 'χαν κατορθώσει· |
| λ 318ἀλλ' ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ, | λ 318πλην του Διός και της Λητώς τους έσβησεν ο γόνος, |
| λ 319ἀμφοτέρω, πρίν σφωϊν ὑπὸ κροτάφοισιν ἰούλους | λ 319πριν κάτω από τους μήλιγγες οι τρίχες τους ανθίσουν, |
| λ 320ἀνθῆσαι πυκάσαι τε γένυς εὐανθέϊ λάχνῃ. | λ 320και με τ' ωραίο χνούδι τους τα μάγουλα σκιάσουν. |
| λ 321Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τ' Ἀριάδνην, | λ 321Η Φαίδρα, η Πρόκνη εφάνηκαν κι η εύμορφη Αριάδνη, |
| λ 322κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς | λ 322κόρη του Μίνωα του φρικτού, που από την Κρήτη πέρα |
| λ 323ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων | λ 323έπαιρνε νύμφην στες ιερές Αθήνες ο Θησέας, |
| λ 324ἦγε μέν, οὐδ' ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα | λ 324αλλά, πριν κείνος την χαρεί, την είχε μαρτυρήσει |
| λ 325Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσι. | λ 325ο Διόνυσος, κι η Άρτεμις την φόνευσε στην Δία. |
| λ 326Μαῖράν τε κλυμένην τε ἴδον στυγερήν τ' Ἐριφύλην, | λ 326Η Μαίρα, και η Κλυμένη αυτού φανήκαν, κι η Εριφύλη |
| λ 327ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα. | λ 327η μισητή, που επρόδωσε τον άνδρα για χρυσάφι. |
| λ 328πάσας δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω, | λ 328αλλ' όσες είδα ομόκλινες και κόρες των ηρώων, |
| λ 329ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας· | λ 329να ονομάσω αν ήθελα, δεν θα 'φθαν' όλ' η νύκτα. |
| λ 330πρὶν γάρ κεν καὶ νὺξ φθῖτ' ἄμβροτος. ἀλλὰ καὶ ὥρη | λ 330και να πλαγιάσω είναι καιρός ή στο ταχύ καράβι |
| λ 331εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντ' ἐς ἑταίρους | λ 331με τους συντρόφους ή κι εδώ· για το προβάδισμά μου, |
| λ 332ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖσ' ὑμῖν τε μελήσει.» | λ 332πρώτα οι θεοί, κι έπειτα σεις θα λάβετε φροντίδα». |
| λ 333ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ, | λ 333Αυτά πε, και όλοι εσώπαιναν εις το ισκιωμένο δώμα, |
| λ 334κηληθμῷ δ' ἔσχοντο κατὰ μέγαρα σκιόεντα. | λ 334όπως τους εκυρίευσε του λόγου του η μαγεία. |
| λ 335τοῖσιν δ' Ἀρήτη λευκώλενος ἤρχετο μύθων· | λ 335και πρώτη ομίλησε εις αυτούς Αρήτ' η λευκοχέρα· |
| λ 336«Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι | λ 336«Φαίακες, πώς σας φαίνεται του ανθρώπου τούτου τώρα |
| λ 337εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας; | λ 337το κάλλος, το ανάστημα, και οι ίσιες μέσα φρένες; |
| λ 338ξεῖνος δ' αὖτ' ἐμός ἐστιν, ἕκαστος δ' ἔμμορε τιμῆς. | λ 338ξένος μου είναι, αλλ' επειδή τιμήν εις όλους φέρει, |
| λ 339τῶ μὴ ἐπειγόμενοι ἀποπέμπετε μηδὲ τὰ δῶρα | λ 339μη να τον προβοδοτήσετε βιασθείτε, και απ' τα δώρα, |
| λ 340οὕτω χρηΐζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν | λ 340που τα 'χει ανάγκην ο πτωχός, μην αφαιρείτ', ότ' είναι |
| λ 341κτήματ' ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.» | λ 341κτήματα, χάρις στους θεούς, στα σπίτια μας περίσσα». |
| λ 342τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος, | λ 342Ο ήρωας τότε ομίλησεν Εχένηος ο γέρος, |
| λ 343ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν· | λ 343οπού στους χρόνους ήτο αυτός ο πρώτος των Φαιάκων· |
| λ 344«ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδ' ἀπὸ δόξης | λ 344«Ω φίλοι, ό,τ' είπε η φρόνιμη βασίλισσα δεν είναι |
| λ 345μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε. | λ 345εναντίον εις την γνώμη μας, και σεις να το δεχθείτε. |
| λ 346Ἀλκινόου δ' ἐκ τοῦδ' ἔχεται ἔργον τε ἔπος τε.» | λ 346και απ' τον Αλκίνοον κρέμεται η πράξη ομού και ο λόγος». |
| λ 347τὸν δ' αὖτ' Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· | λ 347Και προς αυτόν απάντησεν ο Αλκίνοος και είπε· |
| λ 348«τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε | λ 348«Τούτος ο λόγος στερεός θα μείν', αν είν' αλήθεια |
| λ 349ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω· | λ 349που ζωντανός των ναυτικών Φαιάκων βασιλεύω. |
| λ 350ξεῖνος δὲ τλήτω, μάλα περ νόστοιο χατίζων, | λ 350και ο ξένος, όσο και αν ποθεί να φθάσει στην πατρίδα, |
| λ 351ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν | λ 351ως αύριον να 'χει υπομονή, τα δώρα ως να συνάξω, |
| λ 352δωτίνην τελέσω. πομπὴ δ' ἄνδρεσσι μελήσει | λ 352και όλοι για το προβάδισμα θα λάβουν την φροντίδα, |
| λ 353πᾶσι, μάλιστα δ' ἐμοί· τοῦ γὰρ κράτος ἔστ' ἐνὶ δήμῳ.» | λ 353οι άνδρες, κι εγώ μάλιστα, πόχω την εξουσία». |
| λ 354τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· | λ 354Σ' αυτόν τότε ο πολύβουλος απάντησε Οδυσσέας· |
| λ 355«Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, | λ 355«Μεγάλε Αλκίνοα, στους λαούς λαμπρέ και αγαπημένε, |
| λ 356εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτ' αὐτόθι μίμνειν | λ 356και αν χρόνο σεις ολόκληρο μου ελέγετε να μείνω, |
| λ 357πομπήν τ' ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε, | λ 357όπως με στείλετ' έπειτα με διαλεμένα δώρα, |
| λ 358καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη | λ 358άλλο δεν ήθελα κι εγώ· πολύ θα μ' ωφελούσε |
| λ 359πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδ' ἱκέσθαι, | λ 359με πλούτη περισσότερα να γύρω εις την πατρίδα· |
| λ 360καί κ' αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην | λ 360αλλά και σεβαστότερος, πλια ποθητός, θε να 'μουν |
| λ 361πᾶσιν, ὅσοι μ' Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.» | λ 361σ' εκείνους που θα μ' έβλεπαν να φθάσω στην Ιθάκη». |
| λ 362τὸν δ' αὖτ' Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· | λ 362Και προς αυτόν απάντησεν ο Αλκίνοος και είπε· |
| λ 363«ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σ' ἐΐσκομεν εἰσορόωντες | λ 363«Στην όψη σου παντάπασι δεν δείχνεις, Οδυσσέα, |
| λ 364ἠπεροπῆά τ' ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς | λ 364απατητής και δολερός, καθώς πολλούς η μαύρη |
| λ 365βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους | λ 365γη βόσκει απ' όλους τους θνητούς που 'ναι παντού σπαρμένοι, |
| λ 366ψεύδεά τ' ἀρτύνοντας, ὅθεν κέ τις οὐδὲ ἴδοιτο· | λ 366και πλάθουν αυτοί ψεύματα, που δεν τα ξεχωρίζεις. |
| λ 367σοὶ δ' ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί, | λ 367σένα είναι ο λόγος εύμορφος και ο νους σου μέσα ωραίος, |
| λ 368μῦθον δ' ὡς ὅτ' ἀοιδὸς ἐπισταμένως κατέλεξας, | λ 368και προκομμένα, ωσάν αοιδός, μας έχεις ιστορήσει |
| λ 369πάντων Ἀργείων σέο τ' αὐτοῦ κήδεα λυγρά. | λ 369και τα δικά σου βάσανα κι εκείνα των Αργείων. |
| λ 370ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, | λ 370αλλά μ' αλήθεια λέγε μου, να μάθω, αν κάποιον είδες |
| λ 371εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμ' αὐτῷ | λ 371των ισοθέων φίλων σου, όσοι μαζί σου επήγαν |
| λ 372Ἴλιον εἰς ἅμ' ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον. | λ 372στην Τροία, κι εύρηκαν εκεί την ύστερή τους ώρα. |
| λ 373νὺξ δ' ἥδε μάλα μακρή, ἀθέσφατος, οὐδέ πω ὥρη | λ 373τώρ' είναι η νύκτ' απέραντη· δεν ήλθ' η ώρ' ακόμη |
| λ 374εὕδειν ἐν μεγάρῳ· σὺ δέ μοι λέγε θέσκελα ἔργα. | λ 374του ύπνου, και συ λέγε μου τα έργα οπ' ομοιάζουν θεία· |
| λ 375καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ | λ 375κι εδώ θα 'μεν' ατάραχος, όσο να φέξ' η ημέρα, |
| λ 376τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.» | λ 376αν να ιστορήσεις έστεργες τα πάθη σου σ' εμένα». |
| λ 377τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· | λ 377Σ' αυτόν τότε ο πολύβουλος απάντησε Οδυσσέας· |
| λ 378«Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, | λ 378«Μεγάλε Αλκίνοε, στους λαούς λαμπρέ και αγαπημένε, |
| λ 379ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου· | λ 379πότε καιρός λόγων πολλών, πότε καιρός του ύπνου· |
| λ 380εἰ δ' ἔτ' ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἔπειτα | λ 380αλλ' αν ποθείς, είμ' έτοιμος να σου ιστορήσω ακόμη |
| λ 381τούτων σοι φθονέοιμι καὶ οἰκτρότερ' ἄλλ' ἀγορεύειν, | λ 381άλλ' απ' αυτά φρικτότερα, των φίλων μου τα πάθη, |
| λ 382κήδε' ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο, | λ 382όσοι κατόπι εχαθήκαν· αυτοί που, αφού σωθήκαν |
| λ 383οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀϋτήν, | λ 383από τον πολυστένακτον των Τρωαδιτών αγώνα, |
| λ 384ἐν νόστῳ δ' ἀπόλοντο κακῆς ἰότητι γυναικός. | λ 384στα γονικά τους έχασε κακότροπη συμβία. |
| λ 385αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασ' ἄλλυδις ἄλλῃ | λ 385Και τις ψυχές των γυναικών άμ' είχε διασκορπίσει |
| λ 386ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων, | λ 386στην μια στην άλλη την μεριάν η θεία Περσεφόνη, |
| λ 387ἦλθε δ' ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο | λ 387η ψυχή του Αγαμέμνονα του Ατρείδ' ήλθεν εμπρός μου |
| λ 388ἀχνυμένη· περὶ δ' ἄλλαι ἀγηγέραθ', ὅσσοι ἅμ' αὐτῷ | λ 388θλιμμένη, και τριγύρω της συνάχθηκαν οι άλλες, |
| λ 389οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον. | λ 389όσες μαζί του απέθαναν στην κατοικιά του Αιγίσθου. |
| λ 390ἔγνω δ' αἶψ' ἐμὲ κεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσι· | λ 390κι ευθύς μ' εγνώρισεν αυτός, το μαύρ' άμ' έπιεν αίμα· |
| λ 391κλαῖε δ' ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων, | λ 391σφικτά θρηνούσε, αστάλακτα τα δάκρυα τού κυλούσαν, |
| λ 392πιτνὰς εἰς ἐμὲ χεῖρας ὀρέξασθαι μενεαίνων· | λ 392κι ετέντωνε τα χέρια του ζητώντας να με φθάσει· |
| λ 393ἀλλ' οὐ γάρ οἱ ἔτ' ἦν ἲς ἔμπεδος οὐδ' ἔτι κῖκυς, | λ 393αλλά δεν είχε δύναμη, ανδρειά δεν είχε πλέον, |
| λ 394οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι. | λ 394όπως την είχε ζωντανός στα λυγερά του μέλη. |
| λ 395τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ | λ 395άμα τον είδα εδάκρυσα κι εράισ' η καρδιά μου, |
| λ 396καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· | λ 396κι ευθύς τον επροσφώνησα με λόγια πτερωμένα· |
| λ 397«Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον, | λ 397«ω Αγαμέμνον' αρχηγέ, τρισένδοξε Ατρείδη, |
| λ 398τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο; | λ 398ποια μοίρα του ολοτέντωτου σ' εδάμασε θανάτου; |
| λ 399ἠέ σέ γ' ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν | λ 399μη σε μες τα καράβια σου δάμασε ο Ποσειδώνας, |
| λ 400ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀϋτμήν; | λ 400σηκώνοντας αζήλευτην πνοήν κακών ανέμων, |
| λ 401ἦέ σ' ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ' ἐπὶ χέρσου | λ 401ή εχθροί στην γη σ' εχάλασαν, ενώ βόδια και αρνία |
| λ 402βοῦς περιταμνόμενον ἠδ' οἰῶν πώεα καλὰ | λ 402καλόμαλλα τους έπαιρνες ή εμάχοσουν την πόλη |
| λ 403ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;» | λ 403να πάρεις και τα θηλυκά να σύρεις στην δουλεία;» |
| λ 404ὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπε· | λ 404Αυτά 'πα· ευθύς απάντηση μου έδωσεν εκείνος· |
| λ 405«διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ, | λ 405«Λαερτιάδη διογενή, πολύτεχνε Οδυσσέα, |
| λ 406οὔτ' ἐμέ γ' ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν | λ 406ούτ' εμέ στα καράβια μου δάμασε ο Ποσειδώνας, |
| λ 407ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀϋτμήν, | λ 407σηκώνοντας αζήλευτην πνοήν κακών ανέμων, |
| λ 408οὔτε μ' ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ' ἐπὶ χέρσου, | λ 408αλλ' ούτ' εχθροί μ' εχάλασαν στην γην· αλλά τον χάρο |
| λ 409ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε | λ 409ο Αίγισθος μου ετοίμασε με την καταραμένη |
| λ 410ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ οἶκόνδε καλέσσας, | λ 410γυναίκα μου· στο σπίτι του μ' εκάλεσεν εκείνος, |
| λ 411δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ. | λ 411και, ως σφάζουν βόδι στο παχνί, στο γεύμα εμ' έχει σφάξει· |
| λ 412ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δ' ἄλλοι ἑταῖροι | λ 412έτσι εκακοθανάτηοα, και γύρω οι σύντροφοί μου |
| λ 413νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες, | λ 413σφάζοντο, ως γίνεται η σφαγή των λευκοδόντων χοίρων |
| λ 414οἵ ῥά τ' ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο | λ 414στο σπίτι ανθρώπου υπέρπλουτου, μεγάλου, όπ' έχ' ή γάμους |
| λ 415ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ. | λ 415ή φαγοπότι φιλικόν ή επίσημο τραπέζι. |
| λ 416ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας, | λ 416ήδη σου έτυχε να ιδείς φόνους πολλών ανθρώπων, |
| λ 417μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ· | λ 417είτ' έπεσαν μονόμαχα, είτε εις μεγάλην μάχη· |
| λ 418ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ, | λ 418αλλά πολύ θα οδύροσουν αν έβλεπες εκείνα, |
| λ 419ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας | λ 419πώς στον κρατήρα ολόγυρα, στα γεμιστά τραπέζια, |
| λ 420κείμεθ' ἐνὶ μεγάρῳ, δάπεδον δ' ἅπαν αἵματι θῦεν. | λ 420κειτόμασθε, και στα αίματα τρικύμιζεν ο πάτος· |
| λ 421οἰκτροτάτην δ' ἤκουσα ὄπα Πριάμοιο θυγατρὸς | λ 421κι έφριξα στο ξεφωνητό της κόρης του Πριάμου, |
| λ 422Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις | λ 422Κασσάνδρας, που την φόνευσε κοντά μου η Κλυταιμνήστρα |
| λ 423ἀμφ' ἐμοί· αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων | λ 423η επίβουλη· κι εγώ στην γη με πετακτές αγκάλες |
| λ 424βάλλον ἀποθνῄσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπις | λ 424σφαμένος τότ' εβρόντησα, και μ' άφησεν η σκύλα, |
| λ 425νοσφίσατ' οὐδέ μοι ἔτλη, ἰόντι περ εἰς Ἀΐδαο, | λ 425ουδέ η καρδιά της έδωσεν, εκεί που ξεψυχούσα, |
| λ 426χερσὶ κατ' ὀφθαλμοὺς ἑλέειν σύν τε στόμ' ἐρεῖσαι. | λ 426τα μάτια να μου πιάσει καν, το στόμα να μου κλείσει· |
| λ 427ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός, | λ 427όχι, φρικτό και αδιάντροπο στην γην άλλο δεν είναι |
| λ 428ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται· | λ 428ως η γυναίκ', άμα στον νου παρόμοιες πράξες βάλει· |
| λ 429οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές, | λ 429ιδές πώς κείνη οργάνισεν έργον αισχρό κι εγίνη |
| λ 430κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε | λ 430του ανδρός της φόνισσα· κι εγώ θαρρούσα στην πατρίδα |
| λ 431ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν | λ 431περίχαρα να με δεχθούν τα τέκνα μου και οι δούλοι· |
| λ 432οἴκαδ' ἐλεύσεσθαι· ἡ δ' ἔξοχα λυγρὰ ἰδυῖα | λ 432αλλά η σοφή στα πονηρά και αυτή κατεντροπιάσθη, |
| λ 433οἷ τε κατ' αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω | λ 433και απόμεινεν η εντροπή στων θηλυκών το γένος, |
| λ 434θηλυτέρῃσι γυναιξί, καὶ ἥ κ' εὐεργὸς ἔῃσιν.» | λ 434και όταν κατόπιν ευρεθούν καλόπρακτες γυναίκες». |
| λ 435ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· | λ 435Αυτά 'πε, και του απάντησα· «ωιμέ, πόσον ο Δίας |
| λ 436«ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς | λ 436αρχήθεν εκατάτρεξε το γένος του Ατρέα |
| λ 437ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς | λ 437με γυναικών βουλεύματα· ιδού, για την Ελένη |
| λ 438ἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθ' εἵνεκα πολλοί, | λ 438χαθήκαν άπειροι απ' εμάς· και σένα η Κλυταιμνήστρα |
| λ 439σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθ' ἐόντι.» | λ 439δόλον σου ετοίμαζε, μακράν ενώ 'λειπες στα ξένα». |
| λ 440ὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπε· | λ 440Είπα, κι ευθύς απάντηση μού έδωσεν εκείνος· |
| λ 441«τῶ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι | λ 441«όθεν και συ της γυναικός ποτέ μην είσαι πράος, |
| λ 442μηδ' οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κ' ἐῢ εἰδῇς, | λ 442και αυτής μην όλα, όσα καλά γνωρίζεις, φανερώσεις· |
| λ 443ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι. | λ 443λέγε της κάποια, και άλλ' αυτής να τα κρατείς κρυμμένα. |
| λ 444ἀλλ' οὐ σοί γ', Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός· | λ 444όμως απ' την γυναίκα σου συ φόνον μη φοβείσαι· |
| λ 445λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε | λ 445παρά πολύ 'ναι συνετή, άπειρες χάρες έχει |
| λ 446κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια. | λ 446η Πηνελόπ' η φρόνιμη, κόρη του Ικαρίου. |
| λ 447ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς | λ 447νιόνυμφη την αφήναμε την ώρα, οπού μαζί σου |
| λ 448ἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ | λ 448εβγήκαμε εις τον πόλεμο, και στα βυζί 'χε βρέφος, |
| λ 449νήπιος, ὅς που νῦν γε μετ' ἀνδρῶν ἵζει ἀριθμῷ, | λ 449που στων αδρών τώρα, θαρρώ, τον αριθμό καθίζει. |
| λ 450ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών, | λ 450ο ευτυχής! θα τον ιδεί γερνώντας ο πατέρας, |
| λ 451καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν. | λ 451και τον πατέρα, ως πρέπει, αυτός θα σφίξει στες αγκάλες |
| λ 452ἡ δ' ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις | λ 452και τον υιόν μου εγώ να ιδώ δεν μ' άφησε η δική μου, |
| λ 453ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν. | λ 453τα μάτια μου να τον χαρούν, αλλ' έκοψέ με πρώτα. |
| λ 454ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσι· | λ 454Και τ' άλλο τούτο θα σου ειπώ και βάλε το στον νου σου· |
| λ 455κρύβδην, μηδ' ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν | λ 455Κρυφά και όχι ολοφάνερα στην ποθητήν πατρίδα |
| λ 456νῆα κατισχέμεναι, ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν. | λ 456ν' αράξεις, ότι εχάθηκεν η πίστη απ' τες γυναίκες. |
| λ 457ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, | λ 457και τώρα τούτο λέγε μου μ' αλήθεια, να το μάθω, |
| λ 458εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο | λ 458αν που 'ναι ακόμη στην ζωή για το παιδί μου ακούτε, |
| λ 459ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι | λ 459είτ' είναι στον Ορχομενόν ή στην αμμώδη Πύλο, |
| λ 460ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ· | λ 460ή στον Μενέλαο σιμά, στην Σπάρτη την πλατεία· |
| λ 461οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.» | λ 461τι ακόμ' η γη δεν σκέπασε τον θεϊκόν Ορέστη». |
| λ 462ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· | λ 462Αυτά 'πε, κι εγώ προς αυτόν απάντησα και είπα· |
| λ 463«Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα, | λ 463Ατρείδη, αυτά τι μ' ερωτάς; δεν ξεύρω αν ζει εκείνος |
| λ 464ζώει ὅ γ' ἦ τέθνηκε· κακὸν δ' ἀνεμώλια βάζειν.» | λ 464ή απέθανε· κι είναι κακό να λέγονται τα μάταια». |
| λ 465νῶϊ μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν | λ 465Τέτοιες ελέγαμε φρικτές οι δυο μας ομιλίες, |
| λ 466ἕσταμεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες· | λ 466δάκρυα χύνοντας θερμά, στην λύπη βυθισμένοι, |
| λ 467ἦλθε δ' ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος | λ 467τότε μου εφάνηκε η ψυχή του Αχιλληά Πηλείδη, |
| λ 468καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο | λ 468και του Πατρόκλου ομού μ' αυτόν, και του άψεγου Αντιλόχου, |
| λ 469Αἴαντός θ', ὃς ἄριστος ἔην εἶδός τε δέμας τε | λ 469και του Αίαντα, οπού στην μορφή θα ενίκα και εις το σώμα |
| λ 470τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλεΐωνα. | λ 470τους Δαναούς, αν έλειπεν ο ασύγκριτος Πηλείδης. |
| λ 471ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο | λ 471ευθύς μ' εγνώρισε η ψυχή του γοργοπόδη Αιακίδη, |
| λ 472καί ῥ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· | λ 472και κλαίοντας μου ομίλησε με λόγια πτερωμένα· |
| λ 473«διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ, | λ 473«Λαερτιάδη διογενή, πολύτεχνε Οδυσσέα, |
| λ 474σχέτλιε, τίπτ' ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον; | λ 474τι άλλο φοβερότερο θα επιχειρήσει ο νους σου; |
| λ 475πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ | λ 475στον Άδη πώς κατέβηκες, που οικούν οι πεθαμένοι, |
| λ 476ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;» | λ 476άνοα φαντάσματα θνητών, πόχει αναπαύσει ο χάρος;» |
| λ 477ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· | λ 477Είπε, κι εγώ του απάντησα· «Πηλείδη Αχιλλέα, |
| λ 478«ὦ Ἀχιλεῦ, Πηλῆος υἱέ, μέγα φέρτατ' Ἀχαιῶν, | λ 478των Αχαιών υπέρτατε, στον Τειρεσίαν ήλθα |
| λ 479ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν | λ 479γνώμην να ειπεί πώς θα 'φθανα στην πετρωτήν Ιθάκη, |
| λ 480εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην· | λ 480τι σ' άκραν γης Αχαϊκής δεν έχω φθάσει ακόμα, |
| λ 481οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος οὐδέ πω ἁμῆς | λ 481και δέρνομαι ακατάπαυτα μακράν απ' την πατρίδα· |
| λ 482γῆς ἐπέβην, ἀλλ' αἰὲν ἔχω κακά. σεῖο δ', Ἀχιλλεῦ, | λ 482αλλά, Πηλείδη, ωσάν εσέ μακάριος δεν ευρέθη |
| λ 483οὔ τις ἀνὴρ προπάροιθε μακάρτερος οὔτ' ἄρ' ὀπίσσω· | λ 483ως τώρα κανείς άνθρωπος ή θα ευρεθεί κατόπι. |
| λ 484πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν | λ 484σε ζωντανόν ωσάν θεόν δοξάζαμεν οι Αργείοι, |
| λ 485Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν | λ 485και τώρα πάλι στους νεκρούς πολύς και μέγας είσαι· |
| λ 486ἐνθάδ' ἐών· τῶ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.» | λ 486όθεν ποσώς μη θλίβεσαι που απέθανες, Πηλείδη». |
| λ 487ὣς ἐφάμην, ὁ δέ μ' αὐτίκ' ἀμειβόμενος προσέειπε· | λ 487Αυτά 'πα, και μου απάντησε· «λαμπρότατε Οδυσσέα, |
| λ 488«μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμ' Ὀδυσσεῦ. | λ 488μη θέλεις για τον θάνατον να με παρηγορήσεις· |
| λ 489βουλοίμην κ' ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ, | λ 489χωρικός να 'μουν ήθελα και να ξενοδουλεύω |
| λ 490ἀνδρὶ παρ' ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη, | λ 490άνδρα πτωχόν, που κτήματα μεγάλα να μην έχει, |
| λ 491ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν. | λ 491παρά εις όλους τους νεκρούς εγώ να βασιλεύω. |
| λ 492ἀλλ' ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες, | λ 492αλλ' έλα για τον ένδοξον υιόν μου ειπέ μου τώρα, |
| λ 493ἢ ἕπετ' ἐς πόλεμον πρόμος ἔμμεναι ἦε καὶ οὐκί. | λ 493αν προμαχεί στον πόλεμον ή οπίσω μένει εκείνος· |
| λ 494εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος εἴ τι πέπυσσαι, | λ 494και ειπέ μου αν τίποτ' έμαθες για τον λαμπρόν Πηλέα, |
| λ 495ἢ ἔτ' ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν, | λ 495των Μυρμιδόνων των πολλών αν βασιλεύει ακόμη |
| λ 496ἦ μιν ἀτιμάζουσιν ἀν' Ἑλλάδα τε Φθίην τε, | λ 496ή στην Ελλάδα και εις την Φθιά δεν τον ψηφά κανένας, |
| λ 497οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε. | λ 497τώρα που χέρια του κρατεί και πόδια ομού το γήρας. |
| λ 498εἰ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπ' αὐγὰς ἠελίοιο, | λ 498ότι δεν του 'μαι εγώ βοηθός, άνω στο φως του Ηλίου, |
| λ 499τοῖος ἐὼν οἷός ποτ' ἐνὶ Τροίῃ εὐρείῃ | λ 499τέτοιος ως ήμουν μιαν φοράν εις την πλατιά Τρωάδα, |
| λ 500πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν, | λ 500κι έκοβα τ' άνθος των ανδρών, βοηθώντας τους Αργείους. |
| λ 501εἰ τοιόσδ' ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ, | λ 501για 'λίγο αν τέτοιος πήγαινα στο δώμα του πατρός μου, |
| λ 502τῶ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους, | λ 502θα 'φερναν ανατρίχιασμα τ' ανίκητά μου χέρια |
| λ 503οἳ κεῖνον βιόωνται ἐέργουσίν τ' ἀπὸ τιμῆς.» | λ 503σ' αυτούς, που την βασιλική τιμή θε να του αρπάξουν». |
| λ 504ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· | λ 504Αυτά 'πε, κι εγώ προς αυτόν απάντησα και είπα· |
| λ 505«ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι, | λ 505«ποσώς δεν έχω είδηση του θαυμαστού Πηλέα· |
| λ 506αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο | λ 506αλλ' ως προς τον Νεοπτόλεμο, το ποθητό παιδί σου, |
| λ 507πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις· | λ 507όλην, ως θέλεις, απ' εμέ θα μάθεις την αλήθεια. |
| λ 508αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐΐσης | λ 508ότι εγώ κείνον έφερα με ισόπλευρο καράβι |
| λ 509ἤγαγον ἐκ Σκύρου μετ' ἐϋκνήμιδας Ἀχαιούς. | λ 509των ευκνημίδων Αχαιών στο στράτευμα απ' την Σκύρο. |
| λ 510ἦ τοι ὅτ' ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς, | λ 510και όταν συμβούλια γένονταν, στα τείχη εμπρός της Τροίας, |
| λ 511αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων· | λ 511πάντοτ' ομίλειε πρώτ' αυτός, ουδ' έσφαλν' εις τους λόγους· |
| λ 512Νέστωρ δ' ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω. | λ 512μόνον ο ισόθεος Νέστορας ή εγώ τον ενικούσα. |
| λ 513αὐτὰρ ὅτ' ἐν πεδίῳ Τρώων μαρναίμεθ' Ἀχαιοί, | λ 513και τ' άρματα όταν άστραφταν στα τρωικά πεδία, |
| λ 514οὔ ποτ' ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδ' ἐν ὁμίλῳ, | λ 514κείνος δεν έμενε ποτέ στο πλήθος και στην τάξη, |
| λ 515ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων· | λ 515αλλά προέτρεχε πολύ με ατρόμητον ανδρεία, |
| λ 516πολλοὺς δ' ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηϊοτῆτι. | λ 516και άνδρες εφόνευσε πολλούς στον φοβερόν αγώνα. |
| λ 517πάντας δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω, | λ 517και όσους αυτός εφόνευσε βοηθώντας τους Αργείους, |
| λ 518ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν, | λ 518δεν θα ημπορούσα εγώ να ειπώ· μόνον πως έχει σφάξει |
| λ 519ἀλλ' οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ, | λ 519τον Τηλεφίδη Ευρύπυλο· και οι Κήτειοι σύντροφοί του |
| λ 520ἥρω' Εὐρύπυλον· πολλοὶ δ' ἀμφ' αὐτὸν ἑταῖροι | λ 520σωρός σιμά του εσφάζονταν, εξ αφορμής των δώρων |
| λ 521Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων. | λ 521οπ' έλαβε η μητέρα του· κι, ύστερ' από τον θείο |
| λ 522κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον. | λ 522τον Μέμνονα, ωραιότατον άνδρ' ως αυτόν δεν είδα. |
| λ 523αὐτὰρ ὅτ' εἰς ἵππον κατεβαίνομεν, ὃν κάμ' Ἐπειός, | λ 523και όταν εκατεβαίναμεν, οι πρώτοι των Αργείων, |
| λ 524Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δ' ἐπὶ πάντ' ἐτέταλτο, | λ 524στ' άλογο πόκαμ' ο Επειός, και εις όλ' είχα εξουσία, |
| λ 525ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδ' ἐπιθεῖναι, | λ 525να κλειω, ν' ανοίγω, ως ήθελα, τον στερεόν κρυψώνα, |
| λ 526ἔνθ' ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες | λ 526τότ' οι αρχηγοί των Δαναών, οι βασιλείς οι άλλοι, |
| λ 527δάκρυά τ' ὠμόργνυντο, τρέμον θ' ὑπὸ γυῖα ἑκάστου· | λ 527τα δάκρυά τους εσφόγγιζαν κι οι αρμοί τους όλοι ετρέμαν, |
| λ 528κεῖνον δ' οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν | λ 528αλλά την όψη την καλήν εκείνου να χλωμιάνει |
| λ 529οὔτ' ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν | λ 529δεν είδ', ή από τα μάγουλα τα δάκρυα να σφογγίζει· |
| λ 530δάκρυ' ὀμορξάμενον· ὁ δέ με μάλα πόλλ' ἱκέτευεν | λ 530αλλά να ορμήσει απ' τ' άλογο θερμά παρακαλούσε, |
| λ 531ἱππόθεν ἐξέμεναι, ξίφεος δ' ἐπεμαίετο κώπην | λ 531και όλο την χούφτα του σπαθιού και το βαρύ κοντάρι |
| λ 532καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα. | λ 532έψαχνε, κι είχεν εις τον νου τον όλεθρον της Τροίας. |
| λ 533ἀλλ' ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, | λ 533αλλ' ότε κάτω ερίξαμε τους πύργους του Πριάμου, |
| λ 534μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν | λ 534εις το καράβι ανέβαινε με μέρος των λαφύρων, |
| λ 535ἀσκηθής, οὔτ' ἂρ βεβλημένος ὀξέϊ χαλκῷ | λ 535και ωραίο δώρο, αλάβωτος, τι δεν τον είχε πάρει |
| λ 536οὔτ' αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ | λ 536λόγχη μακρόθ' ή από σιμά, καθώς συχνά συμβαίνει |
| λ 537γίνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.» | λ 537στον πόλεμο, που ανάμικτα λυσσομανά ο Άρης» |
| λ 538ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο | λ 538Αυτά 'πα, και τότε η ψυχή του γοργοπόδη Αιακίδη |
| λ 539φοίτα μακρὰ βιβᾶσα κατ' ἀσφοδελὸν λειμῶνα, | λ 539μακροπατώντας έσχιζε τ' ασφοδελό λιβάδι |
| λ 540γηθοσύνη, ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι. | λ 540χαρά γεμάτη όπ' άκουσε την δόξα του παιδιού του. |
| λ 541αἱ δ' ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων | λ 541Κι οι άλλες έμεναν εκεί ψυχές των πεθαμένων |
| λ 542ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδε' ἑκάστη. | λ 542περίλυπες, και η καθεμιά τον πόνο της μ' ερώτα. |
| λ 543οἴη δ' Αἴαντος ψυχὴ Τελαμωνιάδαο | λ 543μόνη του Αίαντα η ψυχή, του Τελαμωνιάδη, |
| λ 544νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης, | λ 544έστεκε ανάμερα πολύ· την χόλιαζεν η νίκη, |
| λ 545τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ | λ 545που στα καράβια νίκησα στην κρίση των αρμάτων |
| λ 546τεύχεσιν ἀμφ' Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ, | λ 546του Αχιλλέα, που η σεπτή μητέρα του είχε στήσει, |
| λ 547παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη. | λ 547και Τρωαδίτες έκριναν και η Παλλάδ' Αθήνη. |
| λ 548ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδ' ἐπ' ἀέθλῳ· | λ 548για τέτοιο κέρδος άμποτε να μην είχα νικήσει! |
| λ 549τοίην γὰρ κεφαλὴν ἕνεκ' αὐτῶν γαῖα κατέσχεν, | λ 549αφού για κείνα εσκέπασεν η γη παρόμοιον άνδρα, |
| λ 550Αἴανθ', ὃς περὶ μὲν εἶδος, περὶ δ' ἔργα τέτυκτο | λ 550τον Αίαντα, που εις την μορφήν θα ενίκα και εις τα έργα |
| λ 551τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλεΐωνα. | λ 551τους Δαναούς, αν έλειπεν ο ασύγκριτος Πηλείδης. |
| λ 552τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν· | λ 552«Αίαντα Τελαμώνιε — του 'πα γλυκομιλώντας — |
| λ 553«Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρ' ἔμελλες | λ 553ουδέ νεκρός δεν έμελλες το πάθος ν' αστοχήσεις, |
| λ 554οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων | λ 554πόχεις σ' εμέ για τ' άρματα τα τρισκαταραμένα; |
| λ 555οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι· | λ 555Αχ! οι θεοί φθοροποιά τα έκαμαν των Αργείων. |
| λ 556τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δ' Ἀχαιοὶ | λ 556πύργος τους ήσουν· σ' έχασαν και οι Αχαιοί σε κλαίμε |
| λ 557ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο | λ 557ολοκαιρίς ως κλαίουμε τον θείον Αχιλλέα. |
| λ 558ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος | λ 558κι αίτιος δεν είναι του κακού κανείς αλλ' είν' ο Δίας, |
| λ 559αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων | λ 559που φοβερά των Δαναών το λογχοφόρον πλήθος, |
| λ 560ἐκπάγλως ἤχθηρε, τεῒν δ' ἐπὶ μοῖραν ἔθηκεν. | λ 560οργίσθη, και σέν' έδωκε την μοίρα του θανάτου. |
| λ 561ἀλλ' ἄγε δεῦρο, ἄναξ, ἵν' ἔπος καὶ μῦθον ἀκούσῃς | λ 561αλλ' έλα, κύριε, σίμωσε, τους λόγους μου να πάρεις, |
| λ 562ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.» | λ 562και την οργή σου δάμασε στο στήθος το γενναίο». |
| λ 563ὣς ἐφάμην, ὁ δέ μ' οὐδὲν ἀμείβετο, βῆ δὲ μετ' ἄλλας | λ 563Εις τούτ' απάντηση αυτός δεν έδιδε, αλλ' επήγε |
| λ 564ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων. | λ 564στο Έρεβος με τες ψυχές των άλλων πεθαμένων, |
| λ 565ἔνθα χ' ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν· | λ 565και όμως θα ομίλειε προς εμέ, όσην χολήν και αν είχε, |
| λ 566ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι | λ 566ή εγώ θα ομίλεια προς αυτόν, αλλ' η καρδιά μ' εκίνα |
| λ 567τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων. | λ 567να ίδω ακόμη τες ψυχές των άλλων πεθαμένων. |
| λ 568ἔνθ' ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν, | λ 568Είδα τον Μίνω, του Διός λαμπρόν υιόν, που εκράτει |
| λ 569χρύσεον σκῆπτρον ἔχοντα θεμιστεύοντα νέκυσσιν, | λ 569σκήπτρο χρυσό κι εκάθονταν κριτής των πεθαμένων, |
| λ 570ἥμενον· οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα, | λ 570όπ' άλλοι ορθοί τριγύρω του και άλλοι καθισμένοι |
| λ 571ἥμενοι ἑσταότες τε, κατ' εὐρυπυλὲς Ἄϊδος δῶ. | λ 571στου Άδη το πλατύπυλο το δώμα εδικαζόνταν. |
| λ 572τὸν δὲ μέτ' Ὠρίωνα πελώριον εἰσενόησα | λ 572Είδα και τον θεόρατον Ωρίωνα κατόπι |
| λ 573θῆρας ὁμοῦ εἰλεῦντα κατ' ἀσφοδελὸν λειμῶνα, | λ 573ν' ανακατώνει τα θεριά στ' ασφοδελό λιβάδι, |
| λ 574τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι, | λ 574κείνα, που εις όρη απάτητα φονεύσ' είχεν εκείνος· |
| λ 575χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές. | λ 575και ρόπαλον ολόχαλκον ασύντριφτο κρατούσε. |
| λ 576καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν, | λ 576Τον Τιτυόν, γόνον της Γης της δοξασμένης, είδα, |
| λ 577κείμενον ἐν δαπέδῳ. ὁ δ' ἐπ' ἐννέα κεῖτο πέλεθρα, | λ 577οπού στο χώμα εκείτονταν κι εσκέπαζ' εννιά πλέθρα· |
| λ 578γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον, | λ 578δυο γύπες τον παράστεκαν, του σχίζαν και του τρώγαν |
| λ 579δέρτρον ἔσω δύνοντες· ὁ δ' οὐκ ἀπαμύνετο χερσί. | λ 579το σκώτι, και τα χέρια του δεν τους απομακραίναν· |
| λ 580Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν, | λ 580ότ' είχε σύρει την Λητώ, σεπτήν φίλην του Δία, |
| λ 581Πυθώδ' ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος. | λ 581προς την Πυθώνα ως διάβαινε την πάντερπνη Πανόπη. |
| λ 582καὶ μὴν Τάνταλον εἰσεῖδον χαλέπ' ἄλγε' ἔχοντα, | λ 582Κατόπ' είδα τον Τάνταλον, φρικτά βασανισμένον, |
| λ 583ἑσταότ' ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ. | λ 583ορθόν στην λίμνη· τόγγιζεν εκείνη το πηγούνι· |
| λ 584στεῦτο δὲ διψάων, πιέειν δ' οὐκ εἶχεν ἑλέσθαι· | λ 584εδίψα, αλλά δεν πρόφθανε να πάρει καν ρανίδα· |
| λ 585ὁσσάκι γὰρ κύψει' ὁ γέρων πιέειν μενεαίνων, | λ 585λαίμαργα ως έσκυφτε να πιει ο γέρος, εχανόνταν |
| λ 586τοσσάχ' ὕδωρ ἀπολέσκετ' ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ | λ 586το νερό κάτω ρουφηκτά, και γύρω του εις τα πόδια |
| λ 587γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων. | λ 587γη μαύρη εφανερώνονταν φρυμμένη από την μοίρα. |
| λ 588δένδρεα δ' ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν, | λ 588και υψηλά δένδρα επάνωθε κρεμούσαν τον καρπό τους· |
| λ 589ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι | λ 589απιδιές ήσαν, ροϊδιές, λαμπρόκαρπες μηλέες. |
| λ 590συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι· | λ 590και με συκιές γλυκόκαρπες ελιές θυμό γεμάτες. |
| λ 591τῶν ὁπότ' ἰθύσει' ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι, | λ 591και όσες εξάμωνε φορές ο γέρος να τες πιάσει. |
| λ 592τὰς δ' ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα. | λ 592τες έπαιρνεν ο άνεμος στο σκιοφόρα νέφη. |
| λ 593καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρ' ἄλγε' ἔχοντα, | λ 593Ακόμ' είδα τον Σίσυφον, φρικτά βασανισμένον· |
| λ 594λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν. | λ 594λίθον αυτός θεόρατον και με τα δυο βαστούσε· |
| λ 595ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε | λ 595τα πόδια στην γην στύλωνε, τον λίθον με τα χέρια |
| λ 596λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλ' ὅτε μέλλοι | λ 596άμπωθεν άνω εις το βουνό, και ότι έμελλ' απ' την άκρη |
| λ 597ἄκρον ὑπερβαλέειν, τότ' ἀποστρέψασκε Κραταιΐς· | λ 597να τον κυλήσει αντίπερα, τον γύριζε το βάρος, |
| λ 598αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής. | λ 598κι εξανακύλ' αδιάντροπος στο σιάδι οπίσ' ο λίθος. |
| λ 599αὐτὰρ ὅ γ' ἂψ ὤσασκε τιταινόμενος, κατὰ δ' ἱδρὼς | λ 599και πάλι αυτός τον άμπωθε μ' αγώνα, κι έσταζ' ίδρω |
| λ 600ἔῤῥεεν ἐκ μελέων, κονίη δ' ἐκ κρατὸς ὀρώρει. | λ 600το σώμα, και απ' την κεφαλή του ανέβαινεν η σκόνη. |
| λ 601τὸν δὲ μέτ' εἰσενόησα βίην Ἡρακληείην, | λ 601Είδα έπειτα τον Ηρακλή, — το φάντασμά του μόνον· |
| λ 602εἴδωλον· αὐτὸς δὲ μετ' ἀθανάτοισι θεοῖσι | λ 602εις τα συμπόσια τέρπεται θεών των αθανάτων |
| λ 603τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην, | λ 603αυτός, και την καλόφτερνην την Ήβην έχει νύμφην, |
| λ 604παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου. | λ 604που του Διός εγέννησεν η χρυσοσάνδαλ' Ήρα. |
| λ 605ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς, | λ 605ωσάν πετούμενα οι νεκροί τριγύρω του αλαλάζαν |
| λ 606πάντοσ' ἀτυζομένων· ὁ δ' ἐρεμνῇ νυκτὶ ἐοικώς, | λ 606και τρομασμένοι εσκόρπιζαν· μαύρος 'σαν μαύρην νύκτα |
| λ 607γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀϊστόν, | λ 607το τόξον είχε αυτός γυμνό, και εις την χορδή το βέλος, |
| λ 608δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς. | λ 608και αγριοκοιτώντας φαίνονταν πως πάντοτε τοξεύει. |
| λ 609σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ | λ 609τρομακτικός του έζωνε το στήθος τελαμώνας, |
| λ 610χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο, | λ 610χρυσός, κι επάνω θαύματα σ' αυτόν ήσαν φθειασμένα, |
| λ 611ἄρκτοι τ' ἀγρότεροί τε σύες χαροποί τε λέοντες, | λ 611αρκούδες, αγριόχοιροι, φλογόμματα λεοντάρια, |
| λ 612ὑσμῖναί τε μάχαι τε φόνοι τ' ἀνδροκτασίαι τε. | λ 612πόλεμοι, μάχες, αίματα, πολλές σφαγές ανθρώπων. |
| λ 613μὴ τεχνησάμενος μηδ' ἄλλο τι τεχνήσαιτο, | λ 613ας παύσει να φιλοτεχνεί κατόπιν ο τεχνίτης, |
| λ 614ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ. | λ 614που εφεύρηκε στην τέχνη του παρόμοιον τελαμώνα. |
| λ 615ἔγνω δ' αἶψ' ἐμὲ κεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσι, | λ 615ότι μ' αντίκρυσεν αυτός, μ' εγνώρισεν αμέσως, |
| λ 616καί μ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· | λ 616και κλαίοντας μου ομίλησε με λόγια πτερωμένα· |
| λ 617«διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ, | λ 617«Λαερτιάδη διογενή, πολύτεχνε Οδυσσέα, |
| λ 618ἆ δείλ', ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις, | λ 618σέρνεις, α! δύστυχε, και συ διεστραμμένην μοίρα, |
| λ 619ὅν περ ἐγὼν ὀχέεσκον ὑπ' αὐγὰς ἠελίοιο. | λ 619σαν κείνην πόφερνα κι εγώ στον Ήλιον αποκάτω. |
| λ 620Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀϊζὺν | λ 620ναι, του Κρονίδ' ήμουν υιός, αλλ' είχ' άπειρα πάθει, |
| λ 621εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ | λ 621ότ' ήμουν δούλος σ' άνθρωπον πολύ κατώτερόν μου. |
| λ 622δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετ' ἀέθλους. | λ 622κι εκείνος μ' επιφόρτιζε πολύ βαρείς αγώνες· |
| λ 623καί ποτέ μ' ἐνθάδ' ἔπεμψε κύν' ἄξοντ'· οὐ γὰρ ἔτ' ἄλλον | λ 623και μια φορά 'δω μ' έστειλε τον σκύλο να του φέρω, |
| λ 624φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον. | λ 624ότι άλλον δεν εφεύρισκε για με σκληρόν αγώνα· |
| λ 625τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀΐδαο· | λ 625και το θεριόν ανέβασα του Άδη από τα βάθη, |
| λ 626Ἑρμείας δέ μ' ἔπεμπεν ἰδὲ γλαυκῶπις Ἀθήνη.» | λ 626όπως μ' οδήγησεν ο Ερμής και η γλαυκομάτ' Αθήνη». |
| λ 627ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω, | λ 627Αυτά 'πε, κι έστρεψεν ευθύς στην κατοικιά του Άδη· |
| λ 628αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτ' ἔλθοι | λ 628εγώ στον τόπον έμενα, μην κάποιος έλθει ακόμη, |
| λ 629ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο. | λ 629εκείνων, οπού απέθαναν το πάλαι, ανδρών ηρώων. |
| λ 630καί νύ κ' ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ, | λ 630και τους αρχαίους θα 'βλεπα τους άνδρες, που εποθούσα, |
| λ 631Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα· | λ 631τέκνα τρισένδοξα θεών, Πειρίθοον και Θησέα. |
| λ 632ἀλλὰ πρὶν ἐπὶ ἔθνε' ἀγείρετο μυρία νεκρῶν | λ 632αλλ' άπειρα εσυνάζονταν των πεθαμένων πλήθη, |
| λ 633ἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει, | λ 633με αλαλαγμόν αμίλητον αχνός μ' επήρε φόβος, |
| λ 634μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου | λ 634μην της Γοργώς την κεφαλή, τέρας φρικτό, μου στείλει |
| λ 635ἐξ Ἄϊδος πέμψειεν ἀγαυὴ Περσεφόνεια. | λ 635του Άδη από την κατοικιάν η θεία Περσεφόνη. |
| λ 636αὐτίκ' ἔπειτ' ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους | λ 636στο πλοίο τότ' εκίνησα και των συντρόφων είπα, |
| λ 637αὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι· | λ 637να 'μπουν και τα πρυμόσχοινα να λύσουν· ανεβήκαν |
| λ 638οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον. | λ 638αυτοί κι ευθύς εκάθισαν και το καράβι εκύλα |
| λ 639τὴν δὲ κατ' Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο, | λ 639στον ποταμόν Ωκεανόν, ως το 'φερνε το ρεύμα, |
| λ 640πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος. | λ 640με τα κουπιά, και το 'σπρωξε πρίμος κατόπι ωραίος. |
| Έγινε ορθογραφική αναπροσαρμογή |