Άσκηση στα δευτερόκλιτα επίθετα

Βρες τις 16 λέξεις που είναι δευτερόκλιτα επίθετα.

Κάνε κλικ στις λέξεις. Οι σωστές λέξεις θα γίνουν έντονες.

Ο Σωκράτης για τη φιλία

Τοῦτο μὲν πολλῶν ἀκούω, ὡς πάντων κτημάτων κράτιστόν ἐστι φίλος σαφὴς καὶ ἀγαθός, παντὸς δὲ μᾶλλον ἐπιμέλονται οἱ πολλοὶ φίλων κτήσεως. Καὶ γὰρ οἰκίας καὶ ἀγροὺς καὶ ἀνδράποδα καὶ βοσκήματα καὶ σκεύη ἐπιμελῶς κτῶνται, φίλον δέ, μέγιστον ἀγαθὸν εἶναί φασιν, οὐχ ὅπως κτήσωνται φροντίζουσι. Καίτοι ποῖος ἵππος ποῖον ζεῦγος οὕτω χρήσιμον ὥσπερ ὁ χρηστὸς φίλος; Ποῖον δὲ ἀνδράποδον οὕτως εὔνουν καὶ παραμόνιμον; ῍Η ποῖον ἄλλο κτῆμα οὕτω πάγχρηστον; ῾Ο γὰρ ἀγαθὸς φίλος ἑαυτὸν τάττει πρὸς πᾶν τὸ ἐλλεῖπον τῷ φίλῳ καί, ἄν τέ τινα εὖ ποιῆσαι δέῃ, συνεπισχύει, ἄν τέ τις φόβος ταράττῃ, συμβοηθεῖ, καὶ εὖ μὲν πράττοντα πλεῖστα εὐφραίνει, σφαλλόμενον δὲ πλεῖστα ἐπανορθοῖ. ᾽Αλλ’ ὅμως ἔνιοι δένδρα μὲν πειρῶνται θεραπεύειν τοῦ καρποῦ ἕνεκεν, τοῦ δὲ παμφορωτάτου κτήματος, καλεῖται φίλος, ἀργῶς καὶ ἀνειμένως οἱ πλεῖστοι ἐπιμέλονται.

Θα πρέπει να βρεις ακόμη 26
εικόνα μηνύματος
Λέξεις που βρέθηκαν 0 / 26