Άσκηση στα δευτερόκλιτα επίθετα

Βρες τις 12 λέξεις που είναι δευτερόκλιτα επίθετα. Κάποιες από αυτές επαναλαμβάνονται.

Κάνε κλικ στις λέξεις. Οι σωστές λέξεις θα γίνουν έντονες.

Διάλογος Ζηνόφαντου - Καλλιδημίδη

ΖΗΝ.: Σὺ δέ, Καλλιδημίδη, πῶς ἀπέθανες; Ἐγὼ μὲν γὰρ παράσιτος ὢν Δεινίου πλέον τοῦ ἱκανοῦ ἐμφαγὼν ἀπεπνίγην.
ΚΑΛ.: Τὸ δὲ ἐμὸν παράδοξόν τι ἐγένετο. Οἶσθα γὰρ καὶ σύ που Πτοιόδωρον τὸν γέροντα; ΖΗΝ.: Τὸν ἄτεκνον, τὸν πλούσιον;
ΚΑΛ.: Ἐκεῖνον αὐτὸν ἀεὶ ἐθεράπευον ὑπισχνούμενον ἐπ’ ἐμοὶ τεθνήξεσθαι. Ἐπεὶ δὲ ὑπὲρ τὸν Τιθωνὸν γέρων ἔζη, ἐπίτομόν τινα ὁδὸν ἐπὶ τὸν κλῆρον ἐξηῦρον· πριάμενος γὰρ φάρμακον ἀνέπεισα τὸν οἰνοχόον, ἐπειδὰν τάχιστα Πτοιόδωρος αἰτήσῃ πιεῖν, ἐμβαλόντα εἰς κύλικα ἕτοιμον ἔχειν αὐτὸ καὶ ἐπιδοῦναι αὐτῷ· εἰ δὲ τοῦτο ποιήσει, ἐλεύθερον ἐπωμοσάμην ἀφήσειν αὐτόν.
ΖΗΝ.: Τί οὖν ἐγένετο; Πάνυ γάρ τι παράδοξον ἐρεῖν ἔοικας.
ΚΑΛ.: Ἐπεὶ τοίνυν λουσάμενοι ἥκομεν, δύο δὴ μειρακίσκος κύλικας ἑτοίμους ἔχων οὐκ οἶδ’ ὅπως ἐμοὶ μὲν τὸ φάρμακον, Πτοιοδώρῳ δὲ τὸ ἀφάρμακτον ἔδωκεν· εἶτα μὲν ἔπινεν, ἐγὼ δὲ αὐτίκα μάλα ἐκτάδην ἐκείμην ὑποβολιμαῖος ἀντ’ ἐκείνου νεκρός. Τί τοῦτο γελᾷς, Ζηνόφαντε; Καὶ μὴν οὐκ ἔδει γε ἑταίρῳ ἀνδρὶ ἐπιγελᾶν.

Θα πρέπει να βρεις ακόμη 26
εικόνα μηνύματος
Λέξεις που βρέθηκαν 0 / 26