Η Μέδουσα ήταν νόθα κόρη του Πριάμου, όχι από την Εκάβη που απεικονιζόταν στο έργο του Πολύγνωτου στους Δελφούς να κάθεται κάτω.
ἐκ δὲ ἄλλων γυναικῶν Πριάμῳ παῖδες γίνονται Μελάνιππος, Γοργυθίων, Φιλαίμων, Ἱππόθοος, Γλαῦκος, Ἀγάθων, Χερσιδάμας, Εὐαγόρας, Ἱπποδάμας, Μήστωρ, Ἄτας, Δόρυκλος, Λυκάων, Δρύοψ, Βίας, Χρομίος, Ἀστύγονος, Τελέστας, Εὔανδρος, Κεβριόνης, Μύλιος, Ἀρχέμαχος, Λαοδόκος, Ἐχέφρων, Ἰδομενεύς, Ὑπερίων, Ἀσκάνιος, Δημοκόων, Ἄρητος, Δηιοπίτης, Κλονίος, Ἐχέμμων, Ὑπείροχος, Αἰγεωνεὺς, Λυσίθοος, Πολυμέδων, θυγατέρες δὲ
Μέδουσα, Μηδεσικάστη, Λυσιμάχη, Ἀριστοδήμη.
(Απολλόδ. 3.12.5).
ἐφεξῆς δὲ τῇ Λαοδίκῃ ὑποστάτης τε λίθου καὶ λουτήριόν ἐστιν ἐπὶ τῷ ὑποστάτῃ χαλκοῦν, Μέδουσα δὲ κατέχουσα ταῖς χερσὶν ἀμφοτέραις τὸ ὑπόστατον ἐπὶ τοῦ ἐδάφους κάθηται: ἐν δὲ ταῖς Πριάμου θυγατράσιν ἀριθμήσαι τις ἂν καὶ ταύτην κατὰ τοῦ Ἱμεραίου τὴν ᾠδήν. παρὰ δὲ τὴν Μέδουσαν ἐν χρῷ κεκαρμένη πρεσβῦτις ἢ ἄνθρωπός ἐστιν εὐνοῦχος, παιδίον δὲ ἐν τοῖς γόνασιν ἔχει γυμνόν: τὸ δὲ τὴν χεῖρα ὑπὸ δείματος ἐπίπροσθε τῶν ὀφθαλμῶν πεποίηται.
Παυσ. 10.26.9
Σχετικά λήμματα