Ασκήσεις
»
1. Να εντοπίσετε το απαρέμφατο μ.φ. του κειμένου της Ενότητας
Ὁ καρκῖνος τῆς σαρκὸς ἐπιθυμεῖ τοῦ ὀστρέου· ἀλλὰ δυσάλωτος ἡ ἄγρα αὐτῷ διὰ τὴν περιβολὴν τοῦ ὀστράκου γίνεται. Ἀρραγεῖ γὰρ ἑρκίῳ τὸ ἁπαλὸν τῆς σαρκὸς ἡ φύσις κατησφαλίσατο. Διὸ καὶ ὀστρακόδερμον προσηγόρευται. Καὶ ἐπειδὴ δύο κοιλότητες ἀκριβῶς ἀλλήλαις προσηρμοσμέναι τὸ ὄστρεον περιπτύσσονται, ἀναγκαίως ἄπρακτοί εἰσιν αἱ χηλαὶ τοῦ καρκίνου. Τί οὖν ποιεῖ; Ὅταν ἴδῃ ἐν ἀπηνέμοις χωρίοις μεθ' ἡδονῆς διαθαλπόμενον, καὶ πρὸς τὴν ἀκτῖνα τοῦ ἡλίου τὰς πτυχὰς ἑαυτοῦ διαπλώσαντα, τότε δὴ λάθρᾳ ψηφῖδα παρεμβαλών, διακωλύει τὴν σύμπτυξιν, καὶ εὑρίσκεται τὸ ἐλλεῖπον τῆς δυνάμεως διὰ τῆς ἐπινοίας κάβουραςπεριεχόμενος. [...] Ἐγὼ δέ σε βούλομαι τὸ ποριστικὸν καὶ εὐμήχανον τῶν καρκίνων ζηλοῦντα, τῆς βλάβης τῶν πλησίον
. Τοιοῦτός ἐστιν ὁ πρὸς τὸν ἀδελφὸν πορευόμενος δόλῳ, καὶ ταῖς τῶν πλησίον ἀκαιρίαις ἐπιτιθέμενος, καὶ ταῖς ἀλλοτρίαις συμφοραῖς ἐντρυφῶν.
Βοήθεια!
ΕΝΤΑΞΕΙ