Άσκηση στα ουσιαστικά της α' κλίσης

Βρες τις 28 λέξεις που είναι αρσενικά και θηλυκά ουσιαστικά α' κλίσης. Κάποιες από αυτές επαναλαμβάνονται.

Κάνε κλικ πάνω σ' εκείνη τη λέξη που νομίζεις πως είναι ουσιαστικό της α' κλίσης.

Ἀνατροφὴ τῶν νέων ἐν Ἀθήναις.

Ἀνάχαρσις. Τίς ὁ χῶρός ἐστι; τί δ’ ἐν αὐτῷ οἱ νεανίαι πράττουσι; τί δὲ θαυμάζουσι τῶν πολιτῶν οἱ πρεσβῦται καὶ οἱ νέοι ἐν τοῖς θεαταῖς;
Σόλων. ῾Ο χῶρος γυμνάσιόν ἐστιν· ἐν αὐτῷ οἱ θεαταὶ θαυμάζουσι τὰς ἀρετὰς τῶν νεανιῶν καὶ τὰς εὐεξίας καὶ τόλμας καὶ φιλοτιμίαν τῶν ἀγωνιστῶν. Επαίνου δ’ ἀπολαύουσιν οἱ νικηταί.
Ἀνάχαρσις. Εγώ, ὦ Σόλων, ἐμάνθανον ὅτι σὺ εὑρετὴς τῶν ἐθίμων εἶ καὶ εἰσηγητὴς καὶ συναρμοστὴς πολιτείας. Ἐθέλω οὖν σε διδάσκειν με ὡς μαθητὴν περὶ αὐτῶν.
Σόλων. ῾Ημεῖς τοὺς πολίτας ψυχὴν τῆς πολιτείας νομίζομεν· τὴν δ’ ἀνατροφὴν παιδαγωγοῖς ἐπιτρέπομεν καὶ πρὸς πόνους ἐθίζομεν τοὺς νεανίας. ῞Οτε δ’ ἔφηβοί εἰσι, τοὺς μὲν ὁπλίτας τοὺς δὲ πελταστάς, τοὺς δὲ τοξότας τάττομεν. Διδάσκομεν δ’ αὐτοὺς ἀπὸ παιδίων καὶ παρὰ τῶν γεωργῶν λαμβάνομεν διδαχάς· οἱ γὰρ γεωργοὶ τὰ φυτά, ἕως μὲν μικρά ἐστι, φυλάττουσιν, ὅτε δὲ αὐξάνουσι, τοῖς ἀνέμοις ἐπιτρέπουσιν. Οὕτω καὶ ἡμεῖς τοὺς νέους, ἕως μὲν παιδία εἰσί, φυλάττομεν αὐτούς, ὅτε δὲ ἐλευθερίαν, παρέχομεν αὐτοῖς ἐλευθερίαν· τότε γὰρ οὐκ ἔχουσι κίνδυνον.