Να εντοπίσετε τις μετοχές μ.φ. του κειμένου

Κάνε κλικ πάνω σ' εκείνη τη λέξη που νομίζεις πως είναι μετοχή μ.φ.. Για να περάσεις στο επόμενο σκέλος της άσκησης πρέπει να τελειώσεις πρώτα μ' αυτήν.

Ὁ καρκῖνος τῆς σαρκὸς ἐπιθυμεῖ τοῦ ὀστρέου∙ ἀλλὰ δυσάλωτος ἡ ἄγρα αὐτῷ διὰ τὴν περιβολὴν τοῦ ὀστράκου γίνεται. Ἀρραγεῖ γὰρ ἑρκίῳ τὸ ἁπαλὸν τῆς σαρκὸς ἡ φύσις κατησφαλίσατο. Διὸ καὶ ὀστρακόδερμον προσηγόρευται. Καὶ ἐπειδὴ δυὸ κοιλότητες ἀκριβῶς ἀλλήλαις προσηρμοσμέναι τὸ ὄστρεον περιπτύσσονται, ἀναγκαίως ἄπρακτοί εἰσιν αἱ χηλαὶ τοῦ καρκίνου. Τί οὖν ποιεῖ; Ὅταν ἴδῃ ἐν ἀπηνέμοις χωρίοις μεθ' ἡδονῆς διαθαλπόμενον, καὶ πρὸς τὴν ἀκτῖνα τοῦ ἡλίου τὰς πτυχάς ἑαυτοῦ διαπλώσαντα, τότε δὴ λάθρα ψηφῖδα παρεμβαλών, διακωλύει τὴν σύμπτυξιν, καὶ εὑρίσκεται τὸ ἐλλεῖπον τῆς δυνάμεως διὰ τῆς ἐπινοίας περιεχόμενος. [...] Ἐγὼ δέ σε βούλομαι τὸ ποριστικὸν καὶ εὐμήχανον τῶν καρκίνων ζηλοῦντα, τῆς βλάβης τῶν πλησίον ἀπέχεσθαι. Τοιοῦτός ἐστιν ὁ πρὸς τὸν ἀδελφὸν πορευόμενος δόλῳ, καὶ ταῖς τῶν πλησίον ἀκαιρίαις ἐπιτιθέμενος, καὶ ταῖς ἀλλοτρίαις συμφοραῖς ἐντρυφῶν.