Ἀνὴρ πλούσιος Αθηναῖος μεθ’ ἑτέρων τινῶν ἔπλει. Καὶ δὴ χειμῶνος σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης οἱ μὲν λοιποὶ πάντες διενήχοντο, ὁ δὲ ᾽Αθηναῖος παρ' ἕκαστα τὴν ᾽Αθηνᾶν ἐπικαλούμενος μυρία ἐπηγγέλλετο, εἰ περισωθείη. Εἷς δέ τις τῶν συννεναυαγηκότων παρανηχόμενος ἔφη πρὸς αὐτόν· σὺν ᾽Αθηνᾷ καὶ χεῖρα κίνει.