Ὅτε τὰ ζῷα φωνὴν εἶχε, τὰ πρόβατα ἔλεγε τῷ δεσπότη· «Ἡμεῖς, ὦ δέσποτα, ἔριά σοι παρέχομεν καὶ τυρόν τοῖς δ' ἀμνοῖς ἡμῶν τρέφομεν τὰ τέκνα. Σὺ δ’ οὐδὲν παρέχεις ἡμῖν, εἰ μή ἡμεῖς ἐκ τῆς γῆς λαμβάνομεν· ὁ δέ κύων, καίτοι οὐδέν παρέχει σοι, ἐκ τοῦ σίτου καθ’ ἡμέραν λαμβάνει». Ὁ δὲ κύων ἔλεγεν· «Ὦ ἀνόητον πρόβατον, ἡ γλῶσσά σου προτρέχει τῆς διανοίας. Ἐγώ εἰμι χρησιμώτερος ὑμῶν· ἔργον μὲν γὰρ ὑμῶν ἐστι παρέχειν τὰ ἀγαθὰ τῷ δεσπότῃ, ἄλλον δὲ πόνον ὑμεῖς οὐκ ἔχετε. Εἰ δ’ ἐγὼ μὴ ἐφύλαττον ὑμᾶς, ἐκινδυνεύετε ἂν πάσχειν κακὰ ὑπὸ τῶν ἐχθρῶν. Ἐμοὶ δ’ ἀνάγκη ἀεὶ φυλάττειν καὶ σῴζειν ὑμᾶς ἐκ τῶν κινδύνων».