Άσκηση στα δευτερόκλιτα επίθετα

Εντόπισε τους 17 τύπους των δευτερόκλιτων επιθέτων.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΓΝΩΣΕΩΣ ΣΦΥΓΜΩΝ ΛΟΓΟΣ Δ’
Ὅσα μὲν ὑπάρχει τοῖς σφυγμοῖς κατὰ τὸν ἴδιον τῆς οὐσίας αὐτῶν λόγον, ἔμπροσθεν εἴρηται πάντα· περὶ δὲ τῶν ἄλλων, ὅσα μήτ' ἄνευ τῆς κινήσεως τῶν ἀρτηριῶν διαγνωσθῆναι δύναται μήτ' ἐστὶν αὐτῆς ἴδια, νῦν ἐροῦμεν. ἔστι δή τις ἐν τῷ διαστέλλεσθαι τὴν ἀρτηρίαν ἁπτομένοις ἡμῖν οἷον πληγὴ γιγνομένη κατὰ τὴν ἁφὴν, ἣν, ὅταν μὲν βίαιος ᾖ, κυρίως σοι δόξουσι πληγὴν καλεῖν, οὐ μὴν οὕτως κᾂν ἀβίαστος ᾖ. περὶ ταύτης δὴ τῆς ὄντως πληγῆς, ἣν βίαιον προσβολὴν εἶναί φαμεν, σκεπτέον ἀκριβῶς. ἕπεσθαι γὰρ οὐκ ὀλίγοις εἴδεσι σφυγμῶν δοκεῖ, σκληρῷ καὶ σφοδρῷ καὶ μεγάλῳ καὶ ταχεῖ καὶ ὑψηλῷ καὶ σπασμώδει καὶ κλονώδει. ἵν' οὖν τις μὴ ἐξαπατηθεὶς τῷ κοινῷ συμπτώματι περὶ τὴν διάγνωσιν αὐτῶν σφαλῇ, σκεπτέον ὑπὲρ ἁπάντων ἐπιμελῶς. εἰ μὲν γὰρ ἄλλοις γνωρίσμασι διακρίνειν αὐτοὺς δυνατόν ἐστι, ἐκεῖνα μαθόντες ἔχοιμεν ἂν ἤδη τὸ πᾶν· εἰ δ' ἀδύνατον, ἀποχρήσει γοῦν τὸ γιγνώσκειν, ὡς κοινὸν τοῦτο πλειόνων ἐστὶ σφυγμῶν. ἀρχὴ δὲ τῆς σκέψεως ἀρίστη τὸ μαθεῖν τὴν αἰτίαν δι' ἣν πολλοῖς οὕτω σφυγμοῖς ἓν κοινὸν ἕπεσθαι δοκεῖ πάθημα, τὸ βίαιον τῆς πληγῆς. ᾧδ' οὖν, ἐπειδὴ χρὴ μὲν ἀπωσθῆναι τὴν ἁφὴν ὑπὸ τοῦ σφυγμοῦ, μέλλουσαν αἰσθήσεσθαι τῆς προσβολῆς αὐτοῦ, ὠθεῖται δ' οὐχ ὁμοίως διὰ παντὸς, ἀλλὰ ποτὲ μὲν μᾶλλον, ποτὲ δ' ἧττον, ποτὲ δὲ ὥστε ψαύειν μόνον, ὅσαι κινήσεις αὐτὴν ὠθοῦσι καὶ ἀνατρέπουσιν ἐπὶ πολὺ, βίαιον αὗται φαντασίαν ἐργάζονται τῆς πληγῆς.