Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 20 Ὀκτωβρίου 2024, ὁσίου Γερασίμου (Γαλ. ε΄ 22-ς΄ 2)

22 Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23 πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. 24 οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπι­θυμίαις. 25 Εἰ ζῶμεν Πνεύματι, πνεύ­ματι καὶ στοιχῶμεν. 26 μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. 1 Αδελφοί, ἐὰν καὶ προ­ληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳ­ότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. 2 ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπλη­ρώσατε τὸν νόμον τοῦ Χρι­στοῦ.

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 20 Ὀκτωβρίου 2024, ΣΤ΄ Λουκᾶ (Λουκ. η΄ 27-39)

27 Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀ­­­νήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνε­διδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν. 28 ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀ­νακράξας προσέπεσεν αὐ­­­τῷ καὶ φωνῇ μεγάλῃ εἶπε· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέο­μαί σου, μή με βασανί­σῃς. 29 παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπά­κει αὐτόν, καὶ ἐδεσμεῖτο ἁ­­­λύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους. 30 ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰη­σοῦς λέγων· τί σοί ἐστιν ὄνομα; ὁ δὲ εἶπε· λεγεών· ὅ­­­τι δαιμόνια πολλὰ εἰσῆλθεν­ εἰς αὐτόν· 31 καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. 32 ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄ­­ρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐ­­­κείνους εἰσελθεῖν· καὶ ἐπέ­τρεψεν αὐτοῖς. 33 ἐξελθόντα δὲ τὰ δαιμό­νια ἀπὸ τοῦ ἀνθρώπου εἰσ­ῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.

Θεογνωσία, αὐτογνωσία καὶ ἠθικὴ

Γεώργιος Ι. Μαντζαρίδης, Ὁμότιμος Καθηγητὴς Θεολογικῆς Σχολῆς Α.Π.Θ

Προϋπόθεση γιὰ τὴν ἀναζήτηση καὶ γνώση τοῦ Θεοῦ, ὅπως καὶ γιὰ τὴν καλλιέργεια τῆς ἠθικῆς ζωῆς, εἶναι ἡ αὐτογνωσία. Πρωτίστως μάλιστα ἡ ἐπίγνωση τοῦ ἀνθρώπου ὅτι δὲν εἶναι αἴτιος τῆς ὑπάρξεώς του. Κάθε ἄνθρωπος γνωρίζει ὅτι δὲν ὀφείλει τὴν ὕπαρξή του στὸν ἑαυτό του ἡ ὅτι ἔχει τὸ εἶναι «δεδανεισμένον». Ἡ ἐπίγνωση αὐτὴ διατηρεῖ τὸν ἄνθρωπο μέσα στὰ ὅριά του καὶ τὸν προφυλάσσει ἀπὸ τὴν ἐκτροπή.

Ὁ ὅσιος Συμεὼν ὁ Νέος Θεολόγος παρατηρεῖ: «Πάντα, ὡς ὁρᾶται, τὰ ἄλογα ζῶα τὴν ἑαυτῶν φυλάττει καὶ φύσιν καὶ τάξιν, καὶ τοὺς ἰδίους ὅρους ἕκαστον αὐτῶν οὒχ ὑπερβαίνει ποτέ. Οὗτος δὲ ὁ χειρὶ Θεοῦ πλασθείς, ὁ λόγῳ καὶ αὐτεξουσιότητι παρ’ αὐτοῦ τιμηθείς, οὐκ εἰς δέον ἐχρήσατο τῇ ἀξία, οὐδὲ τὴν ἰδίαν ἐπέγνω ἀσθένειαν, οὐδὲ ἐνέμεινεν ἐν τοῖς ὑπὸ τοῦ Θεοῦ ἐντεθεῖσι τῇ φύσει αὐτοῦ ἀγαθοῖς, οὐδὲ ἐντός των ἰδίων ὅρων ἔστη ἤ τά ἐαυτοῦ μέτρα συνῆκεν». Ἡ αὐτεξουσιότητα τοῦ ἀνθρώπου ἔκανε καὶ κάνει δυνατὴ τὴν ἐκτροπὴ ἀπὸ τὰ ὅρια καὶ τὰ μέτρα του.

Η ΠΑΡΑΒΟΛΗ ΤΟΥ ΣΠΟΡΕΩΣ

 Ἁγίου Ἰωάννου Χρυσοστόμου

δοὺ βγῆκε λέει, αὐτός πού σπέρνει γιά νά σπείρη. Ἀπὸ ποῦ βγῆκε αὐτὸς πού εἶναι παρών σ’ ὅλα τὰ μέρη, αὐτὸς πού τὰ γεμίζει ὅλα; Καὶ πῶς βγῆκε; Ὄχι τοπικὰ ἀλλὰ κατὰ τή σχετική μέ ἐμᾶς οἰκονομία του, ἔγινε πλησιέστερός μας μὲ τὴν ἔνδυση τῆς σάρκας. Ἐπειδὴ δέν μπορούσαμε νά μποῦμε ἐμεῖς, καθὼς μᾶς ἔκλειναν τὴν εἴσοδο τὰ ἁμαρτήματά μας, βγαίνει Ἐκεῖνος σ’ ἐμᾶς. Καί μέ ποιό σκοπὸ βγῆκε; Γιά νά καταστρέψη τή γεμάτη ἀπὸ ἀγκάθια γῆ καὶ νά τιμωρήση τοὺς γεωργούς; Καθόλου· ἀλλὰ νά καλλιεργήση καὶ νά φροντίση καὶ νά σπείρη τὸν λόγο τῆς εὐσεβείας. Σπόρο ἐδῶ ἐννοεῖ τή διδασκαλία· χωράφι τίς ψυχὲς τῶν ἀνθρώπων· σπορέα τὸν ἑαυτὸ του.

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 13 Ὀκτωβρίου 2024, Τῶν Πατέρων (Τίτ. γ΄ 8-15)

Τέκνον Τίτε, πιστὸς ὁ λόγος· καὶ περὶ τούτων ­βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φρον­τί­ζωσι καλῶν ἔργων προ­ΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς ­περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. αἱ­ρετικὸν ­ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν ­νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρ­τάνει ὢν αὐτοκατά­κριτος. Ὅταν πέμψω ᾿Αρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπο­λιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαί­ως πρόπεμψον, ἵνα μη­δὲν αὐτοῖς λείπῃ. μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀ­­ναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. Ἀσπάζον­ταί σε οἱ μετ᾿ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 13 Ὀκτωβρίου 2024, Δ΄ Λουκᾶ (Λουκ. η΄ 4-15)

4 Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐ-τὸν εἶπε διὰ παραβολῆς· 5 ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πε­τεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· 6 καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· 7 καὶ ἕτερον ἔπεσεν ἐν μέ­σῳ τῶν ἀκανθῶν, καὶ συμ­φυεῖσαι αἱ ἄκανθαι ἀ­πέ­πνιξαν αὐτό· 8 καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατοντα­πλασίονα. ταῦτα λέγων ἐ­­­φώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. 9 Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τίς εἴη ἡ παραβολὴ αὕτη; 10 ὁ δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσιν. 11 ἔστι δὲ αὕτη ἡ παραβολή· ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· 12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες, εἶτα ἔρ­­- χεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαν­τες σωθῶσιν. 13 οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅ­ταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗ­τοι ρίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφί­σταν­ται. 14 τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκού­σαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡ­­δο­νῶν τοῦ βίου πορευόμε­νοι συμπνί­γονται καὶ οὐ τελε­­­σφοροῦ­σι. 15 τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαν­τες τὸν λόγον κατέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομο­νῇ.