Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 23 Ἀπριλίου 2023, τοῦ Θωμᾶ (Ἰω. κ΄ 19-31)
19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. 20 καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. 21 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε Πνεῦμα Ἅγιον· 23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. 24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. 25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. 26 Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ’ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν. 27 εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. 28 καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ Κύριός μου καὶ ὁ Θεός μου. 29 λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. 30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· 31 ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
Περισσότερα: Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 23 Ἀπριλίου 2023, τοῦ Θωμᾶ
Τὸ ἱστορικὸ τοῦ Ναοῦ τῆς Ζωοδόχου Πηγῆς
Ὁ βασιλιάς Λέων ὁ μέγας, ὁ ἐπονομαζόμενος Μακέλης, ἦταν ἀπὸ γένος ἀρχοντικό, ἀλλὰ ἐπειδὴ ἔμεινε ὀρφανὸς ἀπὸ μικρὸς καὶ δὲν εἶχε κάποιον νὰ τὸν φροντίσει νὰ γίνει κάτι καλύτερο, ἔγινε μακελάρης (χασάπης). Ἦταν ὄμως ἀνθρωπος χριστιανικότατος καὶ στολισμένος μὲ πολλὲς ἀρετές, καὶ ἒκ φύσεως συμπονετικὸς καὶ εὔσπλαχνος πρὸς τοὺς φτωχοὺς καὶ πολὺ εὐλαβὴς καὶ φιλακόλουθος. Δεν ἔλειπε ἀπὸ τὶς ἱερὲς Ἀκολουθίες καθημερινὰ καὶ δὲν ἀμελοῦσε νὰ ἀκούει καὶ τὶς ἐξηγήσεις τῶν θείων Γραφῶν, ἄν καὶ ἦταν ἀγράμματος ἑξαιτίας τῆς ὀρφάνιάς του. Εἶχε δίψα μεγάλη νὰ ἀκούει τὶς ἐξηγήσεις τῶν ἱερῶν Γραφῶν· καὶ ἀκούγοντάς τες, ἀγωνιζόταν πολὺ νὰ ἐφαρμόσει στὴν πράξη τὶς ἅγιες ἐντολὲς τοῦ Χριστοῦ ποὺ αὐτὲς περιείχαν.
Ἡ Διακαινήσιμος Ἑβδομάδα
Πρωτοπρεσβύτερος Χρήστου Αντώνιος, Θεολόγος
Ἀγαπητοί μου Ἀναγνῶστες, Χριστός Ἀνέστη! Ἀπὸ τὴν Μεγάλη Τεσσαρακοστή εἰσήλθαμε στὴν Μεγάλη Ἑβδομάδα καὶ ἀπὸ τὴν Κυριακή τοῦ Πάσχα (τὸ Μ. Σάββατο τὸ βράδυ) εἰσήλθαμε στὸ Τριώδιο τὸ «Ρόδον», τὴν περίοδο τοῦ Πεντηκοσταρίου, ἡ ὁποία ἀποτελεῖ τὴν κατεξοχὴν Ἀναστάσιμο περίοδο τῆς Ἐκκλησίας μέχρι καὶ τὴν Κυριακὴ τῶν Ἁγίων Πάντων, ὅπου ἔχουμε ἀσχοληθεῖ ἀναλυτικὰ σὲ ἄρθρο μας στὸ παρελθόν.
Τὴν πρώτη ἑβδομάδα τοῦ Πεντηκοσταρίου, ἡ ἑβδομάδα δηλαδὴ ἀπὸ τὴν Κυριακή τοῦ Πάσχα μέχρι τὴν ἑπομένη Κυριακὴ τοῦ Θωμὰ ἢ ἀλλιῶς τοῦ «ἀντι-Πάσχα», λέγεται «Διακαινήσιμος». Ἐτυμολογικὰ ἡ λέξη εἶναι προφανὲς δια+καινή, ποὺ δηλώνει τὴν νέα πραγματικότητα, ποὺ ἔφερε ἡ Ἀνάσταση τοῦ Χριστοῦ στὴν ζωὴ τῶν ἀνθρώπων, μὲ τὴν κατάργηση τοῦ θανάτου. Πέρα ἀπὸ αὐτό, στοὺς πρώτους αἰῶνες τῆς Ἐκκλησίας μας ὑπῆρχε ἡ τάξη τῶν Κατηχουμένων, ὅσων δηλ. προέρχονταν ἀπὸ τοὺς εἰδωλολάτρες ἢ τοὺς Ἰουδαίους καὶ διδάσκονταν τὶς ἀλήθειες τῆς χριστιανικῆς πίστεως, γιὰ νὰ γίνουν μέλη της μὲ τὸ μυστήριο τοῦ Βαπτίσματος. Τότε τὸ Ἅγιο Βάπτισμα, ὅπως καὶ ὅλα τὰ μυστήρια, δὲν ἦταν ἰδιωτικὸ ἢ ἔστω ἕνα οἰκογενειακὸ γεγονός, ὅπως δυστυχῶς ἔχουν καταντήσει στὴν πράξη σήμερα, ἀλλὰ ἕνα γεγονὸς ποὺ ἀφοροῦσε ὅλο τὸ πλήρωμα καὶ σῶμα τῆς Ἐκκλησίας.
Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 16 Ἀπριλίου 2023, Τό Ἅγιον Πάσχα (Πράξ. α΄ 1-8)
Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν 2 ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο ἀνελήφθη· 3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι᾿ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. 4 καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· 5 ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. 6 οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; 7 εἶπε δὲ πρὸς αὐτούς· οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, 8 ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ᾿ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
Περισσότερα: Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 16 Ἀπριλίου 2023, Τό Ἅγιον Πάσχα (Πράξ. α΄ 1-8)
Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 16 Ἀπριλίου 2023, Το Ἅγιον Πάσχα (Ἰωάν. α΄ 1-17)
Εν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι᾿ αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾿ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾿ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγε λέγων οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.
Περισσότερα: Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 16 Ἀπριλίου 2023, Το Ἅγιον Πάσχα (Ἰωάν. α΄ 1-17)
Σελίδα 67 από 68