Να εντοπίσετε τα απαρέμφατα ε.φ. του κειμένου της Ενότητας και να αναγνωρίσετε τον χρόνο και το είδος τους.


Διονυσίου τυραννοῦντος Φιντίας τις Πυθαγόρειος ἐπιβεβουλευκὼς τῷ τυράννῳ, μέλλων δὲ τῆς τιμωρίας τυγχάνειν, ᾐτήσατο παρὰ τοῦ Διονυσίου χρόνον εἰς τὸ πρότερον ἅ βούλεται διοικῆσαι δώσειν δ’ ἔφησεν ἐγγυητήν τῶν φίλων ἕνα. Τοῦ δὲ δυνάστου θαυμάσαντος, εἰ τοιοῦτός ἐστι φίλος ὅς ἑαυτὸν εἰς τὴν εἱρκτήν ἄντ' ἐκείνου παραδώσει, προεκαλέσατό τινα τῶν γνωρίμων ὁ Φιντίας, Δάμωνα ὄνομα, Πυθαγόρειον φιλόσοφον, φιλόσοφον, ὅς ἔγγυος εὐθὺς ἐγενήθη. Τινὲς μέν οὖν ἐπῄνουν τὴν ὑπερβολήν τῆς πρὸς τοὺς φίλους εὐνοίας, τινὲς δὲ τοῦ ἐγγύου προπέτειαν καὶ μανίαν κατεγίνωσκον. Πρὸς δὲ τὴν τεταγμένην ὥραν ἅπας ὁ δῆμος συνέδραμεν, καραδοκῶν εἰ φυλάξει τὴν πίστιν Φιντίας. Ἤδη δὲ τῆς ὥρας συγκλειούσης Φιντίας ἀνελπίστως ἐπὶ τῆς ἐσχάτης τοῦ χρόνου ῥοπῆς δρομαῖος ἦλθε. Θαυμάσας οὖν ὁ Διονύσιος ἀπέλυσεν τῆς τιμωρίας τὸν ἐγκαλούμενον καὶ παρεκάλεσε τοὺς ἄνδρας τρίτον ἑαυτὸν εἰς τὴν φιλίαν προσλαβέσθαι.
Πρόοδος: 0%
Απαντημένες ερωτήσεις: 0 από 48