Αρχική
Θεωρία
Ασκήσεις
Άσκηση στα συνηρημένα σε αω-ῶ ενεργ. φωνής
Βρες τις 19 λέξεις που είναι τύποι των σε άω-ῶ ρ. ενεργητικής φ. Κάποιες επαναλαμβάνονται.
Κάνε κλικ πάνω σ' εκείνη τη λέξη που νομίζεις πως είναι τύπος των σε άω-ῶ ρ. ενεργητικής φ.
Λόγος Κύρου τοῦ πρεσβυτέρου πρὸς τοὺς στρατιώτας.
Κῦρος ὁ πρεσβύτερος στρατεύων ἐπὶ Λυδίαν τοὺς στρατιώτας ὧδε ἐθάρρυνεν· « Ἄνδρες φίλοι, γιγνώσκετε δήπου ὅτι ὑμᾶς καὶ
ἀγαπῶ
καὶ
τιμῶ
, ἐπεὶ καὶ ὑμεῖς
τιμᾶτε
καὶ
ἀγαπᾶτέ
με. Ἐκ παίδων
ἠγάπων
καὶ
ἐτίμων
ὑμᾶς·
ἑώρων
γὰρ ὅτι ἐγκρατεῖς εἴητε. Πρὸς δὲ λογίζομαι ὅτι
ἐτολμᾶτε
πάντα κίνδυνον ὑπομένειν καὶ πάντα τρόπον ηὑρίσκεσθε, ὥστε ἐργάται ἀγαθῶν ἔργων γενέσθαι. Ὁμοίως δὲ καὶ νῦν
ὁρῶ
ὅτι τὰ πολεμικὰ ἀγαθοὶ ἄνδρες ἐστέ· τοὺς γὰρ πόνους ὑπομένετε, ἐν δὲ τοῖς κινδύνοις οὐκ
ἀποδειλιᾶτε
, οὐδέποτε δ’ ὁ ὕπνος
νικᾷ
ὑμᾶς. Εὰν οὖν καὶ νῦν μὴ
ἀποδειλιῶμεν
, βεβαίαν τὴν νίκην ἕξομεν.
῾Ορμῶμεν
οὖν προθύμως ἐπὶ τοὺς πολεμίους· οὕτω
νικῷμεν
ἂν αὐτούς. Εγὼ δ’ ἂν ὑμᾶς
ὁρῶ
τολμῶντας
, ἀγαθὸς ἡγεμὼν ἔσομαι καὶ ἀμείψω ὑμᾶς.
Τολμᾶτε
οὖν καὶ
νικᾶτε
τοὺς πολεμίους· οὕτω
τιμῷτε
ἂν τὴν πατρίδα». Ταῦτ’ εἰπὼν ἔθυσε τοῖς θεοῖς καὶ εὐθὺς ἐπὶ τὴν Λυδίαν ἦγε τὴν στρατιάν.
ΕΝΤΑΞΕΙ
© Γιάννης Παπαθανασίου - Ελληνικός Πολιτισμός