Αρχική
Θεωρία
Ασκήσεις
Άσκηση στα συνηρημένα σε αω-ῶ μέσης φωνής
Βρες τις 14 λέξεις που είναι τύποι των σε άω-ῶ ρ. μέσης φ. Κάποιες επαναλαμβάνονται.
Κάνε κλικ πάνω σ' εκείνη τη λέξη που νομίζεις πως είναι τύπος των σε άω-ῶ ρ. μέσης φ.
Τυρταῖος
.
Λακεδαιμόνιοι
ἡττώμενοι
ἐν τῷ πρὸς Μεσσηνίους πολέμῳ πολὺ
ἠνιῶντο
. Ἐπεὶ οὖν τὰ πάντα
μηχανώμενοι
οὐδὲν ἤνυον, μετεπέμψαντο παρ’ Αθηναίων βοήθειαν. Οἱ δὲ τὸν μέγα παρ’ αὐτοῖς
τιμώμενον
καὶ
ἀγαπώμενον
ποιητὴν Τυρταῖον ἔπεμψαν. Ὁ δ’ εἰς Λακεδαιμόνα ἐλθὼν
ἐπειρᾶτο
τοὺς στρατιώτας ἐπὶ τὸν πόλεμον ἐπάγειν λέγων αὐτοῖς· « Ἄνδρες στρατιῶται, μὴ ἐν τῷ πολέμῳ ἀνιᾶσθε καὶ δειλιᾶτε· οὐδενὸς τῆ ἀρετῆ
ἡττᾶσθε
· αἰσχρὸν τὸ
ἡττᾶσθαι
καὶ πρὸ τῶν πολεμίων φεύγειν. Οὐκ ἀνιᾶσθε ἐπὶ τοῖς καταλελειμμένοις οἴκοι γέρουσι, γυναιξὶ καὶ παισί; κινδυνεύουσιν οὗτοι ὑπὸ τοῖς πολεμίοις γενέσθαι. Χρῆσθε παραδείγμασι τοῖς πατράσιν ὑμῶν. Οὗτοι τὸ πᾶν ἐν τῷ πολέμῳ
ἐμηχανῶντο
, ὥστε μηδέποτε
ἡττᾶσθαι
.
Ὁρμώμεθα
οὖν καὶ ἡμεῖς ἐπὶ τοὺς πολεμίους πιστεύοντες τῆ νίκῃ καὶ
πειρώμεθα
τούτους νικᾶν. Οὕτω μόνον
ἀγαπῴμεθα
ἄν καὶ
τιμῴμεθα
ὑπὸ τῶν πολιτῶν».
ΕΝΤΑΞΕΙ
© Γιάννης Παπαθανασίου - Ελληνικός Πολιτισμός