Πατήστε στη διάρκεια της άσκησης ή στο τέλος το κουμπί "Έλεγχος Απαντήσεων" για να δείτε τα αποτελέσματα. Οι σωστές απαντήσεις θα έχουν
και οι λάθος
![]()
Θα έχετε τελειώσει όταν θα γεμίσει η μπάρα και θα έχετε απαντήσει σε 46 ερωτήσεις.
Τοῦτό ἐστι τὸ πλοῖον, ὥς φασιν Ἀθηναῖοι, ἐν ᾧ Θησεύς ποτε εἰς Κρήτην τοὺς δὶς ἑπτὰ ἐκείνους ᾤχετο ἄγων καὶ ἔσωσέ τε καὶ αὐτὸς ἐσώθη. Τῷ οὖν Ἀπόλλωνι εὔξαντο, ἑκάστου ἔτους θεωρίαν ἀπάξειν εἰς Δῆλον ὡς λέγεται, τότε, εἰ σωθεῖεν· ἣν δὴ ἀεὶ καὶ νῦν ἔτι ἐξ ἐκείνου κατ’ ἐνιαυτὸν τῷ θεῷ πέμπουσιν. Ἐπειδὰν οὖν ἄρξωνται τῆς θεωρίας, νόμος ἐστὶν αὐτοῖς ἐν τῷ χρόνῳ τούτῳ καθαρεύειν τὴν πόλιν καὶ δημοσίᾳ μηδένα ἀποκτιννύναι, πρὶν ἂν εἰς Δῆλόν τε ἀφίκηται τὸ πλοῖον καὶ πάλιν δεῦρο (ἀφίκηται). Τοῦτο δ’ ἐνίοτε ἐν πολλῷ χρόνῳ γίγνεται, ὅταν τύχωσιν ἄνεμοι ἀπολαβόντες αὐτούς. Ἀρχὴ δ’ ἐστὶ τῆς θεωρίας, ἐπειδὰν ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος στέψῃ τὴν πρύμναν τοῦ πλοίου· τοῦτο δ’ ἔτυχεν, τῇ προτεραίᾳ τῆς δίκης γεγονός ὥσπερ λέγω. Διὰ ταῦτα καὶ πολὺς χρόνος ἐγένετο τῷ Σωκράτει ἐν τῷ δεσμωτηρίῳ ὁ μεταξὺ τῆς δίκης τε καὶ τοῦ θανάτου.
(Πλάτων, Φαίδων 58a-c)