Να εντοπίσετε και να χαρακτηρίσετε τις δευτερεύουσες προτάσεις του κειμένου

γ' Ἁλιεὺς καὶ σμαρὶς
Ἁλιεὺς τὸ δίκτυον χαλάσας ἐν τῇ θαλάσσῃ ἀνήνεγκε σμαρίδα. Σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν νῦν μὲν μὴ λαβεῖν αὐτὴν, ἀλλ’ ἐᾶσαι, διὰ τὸ σμικρὰν τυγχάνειν. «Ἀλλ’ ὅταν αὐξηθῶ καὶ μεγάλη γένωμαι , φησί, συλλαβεῖν με δυνήσῃ, ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειαν ἔσομαι ». Καὶ ὁ ἁλιεὺς εἶπεν «Ἀλλ' ἔγωγε ἄνους ἂν εἴην, εἰ τὸ χερσὶ παρεὶς κέρδος τὸ προσδοκώμενον ἐλπίζοιμι , κἂν σμικρὸν ᾖ, κἂν μέγα ὑπάρχῃ ».
Ὁ μῦθος δηλοῖ ὅτι ἀλόγιστος ἂν εἴη ὁ δι’ ἐλπίδα μείζονος τὰ ἐν χερσὶν ἀφεὶς σμικρὰ ὄντα .

(Αἰσώπου Μῦθοι, 26 Chambry)