Πατήστε στη διάρκεια της άσκησης ή στο τέλος το κουμπί "Έλεγχος Απαντήσεων" για να δείτε τα αποτελέσματα. Οι σωστές απαντήσεις θα έχουν
και οι λάθος
![]()
Θα έχετε τελειώσει όταν θα γεμίσει η μπάρα και θα έχετε απαντήσει σε 36 ερωτήσεις.
Καὶ πρῶτος ὁ Σόλων εἶπεν, «ἀλλ’ ἀκήκοας μέν, ὦ Μνησίφιλε, μετὰ πάντων Ἀθηναίων ἣν ἔχω γνώμην περὶ πολιτείας· εἰ δὲ βούλει καὶ νῦν ἀκούειν, δοκεῖ μοι πόλις ἄριστα πράττειν καὶ μάλιστα σῴζειν δημοκρατίαν, ἐν ᾗ τὸν ἀδικήσαντα τοῦ ἀδικηθέντος οὐδὲν ἧττον οἱ μὴ ἀδικηθέντες προβάλλονται καὶ κολάζουσι.»
Δεύτερος δ’ ὁ Βίας ἔφησε κρατίστην εἶναι δημοκρατίαν ἐν ᾗ πάντες ὡς τύραννον φοβοῦνται τὸν νόμον.
Ἐπὶ τούτῳ Θαλῆς τὴν μήτε πλουσίους ἄγαν μήτε πένητας ἔχουσαν πολίτας.
Μετὰ δὲ τοῦτον ὁ Ἀνάχαρσις ἐν ᾖ τῶν ἄλλων ἴσων νομιζομένων ἀρετὴ τὸ βέλτιον ὁρίζεται, καὶ κακία τὸ χεῖρον.
Πέμπτος δ’ ὁ Κλεόβουλος ἔφη μάλιστα σωφρονεῖν δῆμον ὅπου τὸν ψόγον μᾶλλον οἱ πολιτευόμενοι δεδοίκασιν ἢ τὸν νόμον.
Ἕκτος δ’ ὁ Πιττακός, ὅπου τοῖς πονηροῖς οὐκ ἔξεστιν ἄρχειν καὶ τοῖς ἀγαθοῖς οὐκ ἔξεστι μὴ ἄρχειν.
Μεταστραφεὶς δ’ ὁ Χίλων ἀπεφήνατο τὴν μάλιστα νόμων ἥκιστα δὲ ῥητόρων ἀκούουσαν πολιτείαν ἀρίστην εἶναι.
Τελευταῖος δὲ πάλιν ὁ Περίανδρος ἐπικρίνων ἔφη δοκεῖν αὐτῷ πάντας ἐπαινεῖν δημοκρατίαν τὴν ὁμοιοτάτην ἀριστοκρατίᾳ.
(Πλούταρχος, Τῶν ἑπτὰ σοφῶν συμπόσιον, 154 d-f)