Να χαρακτηριστούν οι παρακάτω προσδιορισμοί

Ὥστε προσήκει τούτους εὐδαιμονεστάτους ἡγεῖσθαι, οἵτινες ὑπὲρ μεγίστων καὶ καλλίστων κινδυνεύσαντες οὕτω τὸν βίον ἐτελεύτησαν, οὐκ ἐπιτρέψαντες περὶ αὑτῶν τῇ τύχῃ, οὐδ’ ἀναμείναντες τὸν αὐτόματον θάνατον, ἀλλ’ ἐκλεξάμενοι τὸν κάλλιστον. Καὶ γάρ τοι ἀγήρατοι μὲν αὐτῶν αἱ μνῆμαι, ζηλωταὶ δὲ ὑπὸ πάντων ἀνθρώπων αἱ τιμαί· οἳ πενθοῦνται μὲν διὰ τὴν φύσιν ὡς θνητοί, ὑμνοῦνται δὲ ὡς ἀθάνατοι διὰ τὴν ἀρετήν. Καὶ γάρ τοι θάπτονται δημοσίᾳ, καὶ ἀγῶνες τίθενται ἐπ’ αὐτοῖς ῥώμης καὶ σοφίας καὶ πλούτου...
 
ὑπὲρ μεγίστων
περὶ αὑτῶν
ὑπὸ πάντων ἀνθρώπων
ὑπὸ πάντων ἀνθρώπων
διὰ τὴν φύσιν
δημοσίᾳ
ῥώμης καὶ σοφίας καὶ πλούτου