Να εντοπίσετε τα ουσιαστικά του κειμένου της Ενότητας που ανήκουν στη β′ κλίση.

Βρες τις 5 λέξεις που είναι ουσιαστικά β' κλίσης. Κάποιες λέξεις επαναλαμβάνονται.

Κάνε κλικ πάνω σ' εκείνη τη λέξη που νομίζεις πως είναι ουσιαστικό β' κλίσης.

Πλέομεν ὅσον τριακοσίους σταδίους καὶ νήσῳ μικρᾷ καὶ ἐρήμῃ προσφερόμεθα. Μείναντες δὲ ἡμέρας ἐν τῇ νήσῳ πέντε, τῇ ἕκτῃ ἐξορμῶμεν καὶ τῇ ὀγδόῃ καθορῶμεν ἀνθρώπους πολλοὺς ἐπὶ τοῦ πελάγους διαθέοντας, ἅπαντα ἡμῖν προσεοικότας καὶ τὰ σώματα καὶ τὰ μεγέθη, πλὴν τῶν ποδῶν μόνων· ταῦτα γὰρ φέλλινα ἔχουσιν· ἀφ’ οὗ δή, οἶμαι, καὶ καλοῦνται Φελλόποδες. Θαυμάζομεν οὖν ὁρῶντες οὐ βαπτιζομένους, ἀλλὰ ὑπερέχοντας τῶν κυμάτων καὶ ἀδεῶς ὁδοιποροῦντας. Οἱ δὲ καὶ προσέρχονται καὶ ἀσπάζονται ἡμᾶς ἑλληνικῇ φωνῇ λέγουσί τε εἰς Φελλὼ τὴν αὑτῶν πατρίδα ἐπείγεσθαι. Μέχρι μὲν οὖν τινος συνοδοιποροῦσι ἡμῖν παραθέοντες, εἶτα ἀποτρεπόμενοι τῆς ὁδοῦ βαδίζουσιν εὔπλοιαν ἡμῖν ἐπευχόμενοι.