Άσκηση στην οριστική αορίστου ενεργητικής φωνής των βαρύτονων ρ.

Βρες τις 8 λέξεις που είναι τύποι του παρακείμενου και υπερσυντέλικου εν. φ. Κάποιες επαναλαμβάνονται.

Κάνε κλικ πάνω σ' εκείνη τη λέξη που νομίζεις πως είναι τύπος αόριστου εν. φ.

῎Ιβυκος καὶ γέρανοι.

῎Ιβυκος ὁ ποιητὴς μετ’ ἄλλων ἑταίρων εἰς Ιταλίαν ἧκεν1. Ἐνταῦθα ἱκανὸν χρόνον διέτριψαν, χρήματα δ’ ἱκανὰ συνέλεξαν. Μετ’ οὐ πολὺ ῎Ιβυκος τοὺς ἑταίρους πάλιν ἤθροισε καὶ λέγει αὐτοῖς, «Ἐγώ, ὦ ἑταῖροι, ἱκανοὺς νέους ἐπαίδευσα, ὑμεῖς δ’ ἱκανὸν ἀργύριον συνελέξατε καὶ πρὸς τοὺς γονέας ἐπέμψατε. Νῦν ἐγὼ οἴκαδε2 ἥξω3». Οἱ δὲ ἑταῖροι τούτῳ λέγουσιν: «῾Ημεῖς διατρίψομεν μικρὸν ἔτι ἐν Ιταλίᾳ».
Ἐπεὶ δ’ οὖν ῎Ιβυκος τούτους οὐκ ἔπεισε, μόνος εἰς τὴν ῾Ελλάδα ἐπανῆγεν. Ὅτε δ’ ἦν ἐν τῷ μεταξὺ τῆς θαλάττης καὶ τῆς Κορίνθου χωρίῳ, λησταὶ αὐτὸν ἐφόνευσαν καὶ τὸ ἀργύριον ἥρπασαν. ῞Οτε δ’ οὗτος ἀπέθνησκε, τοὺς γεράνους, οἵ εἰς τὸν οὐρανὸν ἐπέτοντο, ἱκέτευσεν ὧδε· «῏Ω γέρανοι, ὑμεῖς καταμηνύσετε καὶ κολάσετε τοὺς λῃστάς ». Μετ’ οὐ πολὺ οἱ Κορίνθιοι τὸν μὲν νεκρὸν ἀπεκάλυψαν καὶ ἔθαψαν, τοὺς λῃστὰς δ’ οὔ. Ὀλίγῳ μέντοι χρόνῳ ὕστερον οὕτω τοὺς λῃστὰς ἀπεκάλυψαν. Ἐν θεάτρῳ μετὰ τῶν Κορινθίων καὶ οἱ λῃσταὶ τοῦ Ιβύκου παρῆσαν, ὑπὲρ δ’ αὐτῶν γέρανοι ἐπέτοντο. Τότε τῶν ληστῶν ὁ ἕτερος⁴ λέγει· «ὧ ἑταῖρε, ἰδοὺ οἱ γέρανοι τοῦ Ιβύκου». Θεατής δέ, ὡς ἤκουσε λέγει τῶ ἄλλω· «Οὐκ ἤκουσας, τί οὗτοι λέγουσι;» Καὶ εὐθὺς τὸ πρᾶγμα τοῖς ἄρχουσιν ἐμήνυσαν. Οἱ δὲ λησταὶ ὑπ’ ἀνάγκης τὴν πρᾶξιν φαίνουσι καὶ θανάτῳ κολάζονται.

Σημειώσεις: 1. ήρθε, 2. στην πατρίδα, 3. θα επιστρέψω, 4. ο ένας από τους δύο