Άσκηση στα ουσιαστικά της β' κλίσης
Βρες τις 32 λέξεις που είναι ουσιαστικά β' κλίσης. Κάποιες από αυτές επαναλαμβάνονται.

Κάνε κλικ πάνω σ' εκείνη τη λέξη που νομίζεις πως είναι ουσιαστικό της β' κλίσης.

Τῶν κατοίκων τῆς ῾Ελλάδος πολλοὶ γεωργοί ἐσμεν. Ἐν δὲ τῷ οἴκῳ ποίμνια καὶ ζῷα τρέφομεν. Πολλάκις δ’ ὅμως μάτην τοὺς ἀγροὺς ἡμεῖς θεραπεύομεν· οἱ μὲν γὰρ κάπροι τοὺς καρποὺς διαφθείρουσιν, οἱ δὲ λύκοι τὰ πρόβατα ἁρπάζουσι. Τότε ἐν ἀπόρῳ ἐσμὲν καὶ μάταιοι οἱ πόνοι εἰσίν. Τοῦ γεωργοῦ ἔργον ἐστὶ φυτεύειν καὶ σπείρειν· ὁ δὲ θεὸς αὐξάνει τὸν σῖτον καὶ τοὺς τῶν δένδρων καρπούς· ἄνευ γὰρ ὄμβρου καὶ ἡλίου οὐκ ἔστι καρπὸν φέρειν ἐκ τῶν φυτῶν. Διὸ νόμος τῶν γεωργῶν ἐστι τοῖς τῶν ἀγρῶν καρποῖς τοὺς θεοὺς θεραπεύειν. Τοῖς γεωργοῖς ὁ βίος μεστὸς πόνων ἐστί. Μάτην, ὦ γεωργοί, σπείρετε καὶ φυτεύετε, εἰ μὴ ὁ θεὸς βοηθὸν ἔχετε· οὕτω μόνον, εἰ ὁ θεὸς συνεργὸς ἐστιν, ἐστὲ μακάριοι.