Άσκηση στα ουσιαστικά της β' κλίσης
Βρες τις 37 λέξεις που είναι ουσιαστικά β' κλίσης. Κάποιες από αυτές επαναλαμβάνονται.

Κάνε κλικ πάνω σ' εκείνη τη λέξη που νομίζεις πως είναι ουσιαστικό της β' κλίσης.

Ὁ Περσικὸς στρατὸς ἐπὶ τὰς νήσους τὰς ῾Ελληνικάς.

Αἱ νῆσοι τοῦ Αἰγαίου κατὰ τὸ ἄκρον Σούνιόν εἰσιν. Ἐν ταῖς νήσοις τὸ ἀρχαῖον οἱ κάτοικοι ἀμπέλους ἐθεράπευον· περιέκλειον δὲ καὶ ἐχώριζον τὰς ἀμπέλους βάτοις καὶ ἀτραποῖς. Τῶν νήσων ἡ Νάξος ἔνδοξος ἦν ταῖς ἀμπέλοις, ἡ δὲ Δῆλος τῷ ἱερῷ. Ὅτε ὁ στρατηγὸς τοῦ Δαρείου ἐπὶ τὰς νήσους ἐστράτευε, τὸ πρῶτον ἐπὶ τὴν Νάξον ἀπέβαινεν. Ἐνταῦθα τοὺς οἴκους ἔκαιε καὶ τὰς ἀμπέλους ἔφθειρεν. Εἶτα πρὸς τὴν Δῆλον τὸν στόλον ἔφερεν. Οἱ κάτοικοι δ’ ὅμως τῆς Δήλου εἰς Τῆνον ἔφευγον. Τότε τοῖς Δηλίοις ὁ στρατηγὸς ἀγγέλους ἔπεμπε καὶ ἔλεγε· «Διατὶ οὐκ ἐμένετε ἐν τῇ νήσῳ; οὐκ ἐγιγνώσκετε ὅτι τὸν αὐτὸν θεὸν καὶ ἡμεῖς θεραπεύομεν;». Οἱ δὲ Δήλιοι ἔλεγον· «Σύ, ὡς λέγεις, φίλος ἔκπαλαι ἦσθα τῷ θεῷ· καίτοι δὲ σὺ καὶ οἱ ἄλλοι στρατηγοὶ φίλοι ἦτε, ὅμως δ’ ἐπεβουλεύετε τοῖς κατοίκοις τῶν νήσων».