Ἀλώπηξ καὶ κόραξ
Κόραξ
ποτὲ ἁρπάζει μοῖραν τυροῦ καὶ εἰς κοίλην φάραγγα
καταφεύγει. Ἐνταῦθα ἐπὶ δένδρου ἐκαθέζετο. Εν τῆ φάραγγι γῦπες
καὶ ἱέρακες
καὶ ἱκανὸς ἀριθμὸς κωνώπων, τεττίγων
καὶ ἄλλων ὀρνέων διέμενεν. Ἀλώπηξ
δὲ παρὰ τὸ σπήλαιον τῆς φάραγγος
ἀνεπαύετο. ῾Ως δὲ τὸν κόρακα
αἰσθάνεται, σπεύδει ὑπὸ τὸ δένδρον καὶ λέγει αὐτῷ· «Ἀληθῶς ὡς καλὸς εἶ, ὡς
καλοὺς ὄνυχας
καὶ πτέρυγας
ἔχεις· εἰ καὶ φωνὴν εἶχες, βασιλεὺς ἂν τῶν ὀρνέων ἦσθα». Ταῦτα δ’ ἔλεγε πρὸς
ἀπάτην. Ὁ κόραξ
δ’ ὅμως τὴν τῆς ἀλώπεκος
πονηρίαν οὐκ αἰσθάνεται καὶ εὐθὺς ἐκβάλλει τὸν τυρὸν καὶ ἀνακράζει. Ἡ δὲ τοῦτον
λαμβάνει καὶ λέγει· «Ὦ κόραξ,
ἀληθῶς φωνὴ μὲν ἦν σοι, νοῦν δ’ οὐκ εἶχες».