Αρχική
Θεωρία
Ασκήσεις
Άσκηση στα συνηρημένα σε έω-ῶ ενεργ. φωνής
Βρες τις 22 λέξεις που είναι τύποι των σε έω-ῶ ρ. ενεργητικής φ. Κάποιες επαναλαμβάνονται.
Κάνε κλικ πάνω σ' εκείνη τη λέξη που νομίζεις πως είναι τύπος των σε έω-ῶ ρ. ενεργητικής φ.
Φάλαρις καὶ Στησίχορος
Φάλαρις Σικελιώτης
σκοπῶν
ἐπιχειρεῖν
τυραννίδι ἐθεράπευε τὸν δῆμον καὶ αὐτῷ
παρῄνει
ἐπὶ τοὺς δυνατοὺς λέγων· « Ἄνδρες πολῖται, οἱ μὲν δυνατοὶ τῶν πάντων
κρατοῦσι
καὶ συνεχῶς
πλεονεκτοῦσι
καὶ τὸν δῆμον
ἀδικοῦσιν
· ὑμεῖς δ' οὐδὲν
σκοπεῖτε
, ὅπως τῶν ἀδικιῶν ἀπαλλαγήσεσθε,
καρτερεῖτε
δὲ ταύτας ὡς δοῦλοι. Ἐὰν
ὑπουργῆτε
αὐτοῖς καὶ
διατελῆτε
καρτεροῦντες
τὰς τούτων ἀδικίας, κινδυνεύσετε δοῦλοι γενέσθαι». Διὰ ταῦτα τὸ πλῆθος
ἐφίλει
αὐτὸν καὶ αὐτῷ
αἰτοῦντι
φυλακὴν προθύμως παρεῖχε.
Στησίχορος δ’ ὁ ποιητὴς
ὑποτοπῶν
ἐπιχειρεῖν
τὸν Φάλαριν τυραννίδι ἔλεξεν εἰς τὸ πλῆθος· «῞Ιππος τις κατεῖχε μόνος λειμῶνα καὶ ἐνέμετο αὐτόν, ἔλαφος δέ τις διέφθειρε τὴν νομήν. ῾Ο δ’ ἵππος
ποθῶν
τὴν
ἀδικοῦσαν
κολάσαι προσέρχεται ἀνθρώπῳ κυνηγῷ καὶ τοῦτον ἠρώτα, πῶς ἂν
κρατοίη
τῆς ἐλάφου. ῾Ο δ’ ἔλεξεν· «Ἐὰν βούλῃ
κρατεῖν
τῆς ἐλάφου, χαλινὸν λαβὲ καὶ δέξαι ἐμὲ ἀναβάτην». Καὶ ἐγένετο οὕτω. Καὶ ἡ μὲν ἔλαφος τοξευθεῖσα ἀπέθανεν, ὁ δ’ ἵππος δοῦλος τοῦ ἀναβάτου ἐγεγόνει. Οὕτω καὶ ὑμεῖς, εἰ
βοηθοῖτε
, ὅπως ἀπαλλαγείητε τῶν δυνατῶν, κακῶς μὲν ἂν
ποιοῖτε
αὐτούς, κινδυνεύοιτε δ’ ἂν ὅμως ὑπὸ χείρονι κυρίῳ γενέσθαι. Μὴ οὖν προσέχετε τῷ τῶν δυνατῶν κινδύνῳ, ἀλλὰ
καρτερεῖτε
τοῦτον, ἵνα μὴ εἰς μείζονα κίνδυνον περιπέσητε». Ἀλλ’ οὐδὲν ἔπειθε τοὺς Σικελιώτας. Καὶ μετ’ οὐ πολὺ Φάλαρις τύραννος ἐν Σικελίᾳ ἐγένετο.
ΕΝΤΑΞΕΙ
ΕΞΟΔΟΣ
Επανάληψη
© Γιάννης Παπαθανασίου - Ελληνικός Πολιτισμός