Άσκηση στα δευτερόκλιτα επίθετα
Βρες τις 32 λέξεις που είναι δευτερόκλιτα επίθετα. Κάποιες από αυτές επαναλαμβάνονται.

Κάνε κλικ πάνω σ' εκείνη τη λέξη που νομίζεις πως είναι δευτερόκλιτο επίθετο.

Ἀνατροφὴ τῶν νέων παρὰ Πέρσαις.

Οἱ Πέρσαι τοὺς νέους παρὰ τοῖς δημοσίοις διδασκάλοις ἐπαίδευον ἐν κοινοῖς διδασκαλείοις. Οἱ διδάσκαλοι τῶν Περσῶν σοφοὶ καὶ χρηστοὶ πολῖται ἦσαν. Τοὺς φαύλους ἐν ταῖς συνηθείαις νέους ἰσχυρῶς ἐκόλαζον. Διὸ δικαιοσύνην ἐμάνθανον καὶ πονηροῦαἰσχροῦ ἔργου ἀπεῖχον. Τὴν δ’ ἀδικίαν ἔφευγον καὶ τὴν φιλίαν ἐθεράπευον· ἡ γὰρ τῶν δικαίων φιλία ἀγαθῶν πηγή ἐστιν, ἡ δὲ τῶν ἀδίκων ἀπατηλὴ καὶ οὐ μόνιμος. Οὕτω οἱ νέοι τῶν Περσῶν ὕστερον ἀγαθοὶ μὲν καὶ φιλόστοργοι, φιλόκαλοι δὲ καὶ φιλότιμοι πολῖται ἦσαν. Καὶ τὴν ἀχαριστίαν δὲ τῶν νέων ἐκόλαζον οἱ Πέρσαι· τοὺς γὰρ ἀχαρίστους ἀδίκους ἐνόμιζον οὐ μόνον περὶ φίλους, ἀλλὰ καὶ περὶ θεούς. Πρὸς δὲ οἱ νέοι ἐν μετρίᾳ διαίτῃ διῆγον. Μέχρι μὲν ἑπτακαίδεκα ἐτῶν οὔτω ἐπαίδευον τοὺς νέους. Ἐκ δὲ τούτου οἱ χρηστοὶ νέοι συνῆσαν τῶν ἐφήβων, οἱ δὲ τῶν ἐφήβων φρόνιμοι καὶ ἀνδρεῖοι τοῖς τελείοις πολίταις συνῆσαν καὶ μετελάμβανον ἀρχῶν καὶ τιμῶν.