Τρόπαιον Νίκης.
Ἄγωμεν,
ὦ νέοι, εἰς τὴν ἐπὶ τοῦ ποταμοῦ γέφυραν. Ενταῦθα, ὅταν ἀναβλέψωμεν
εἰς τὸ ὑπὲρ τοῦ ποταμοῦ ἄκρον, χαίρομεν ἐπὶ τῇ τοῦ πολέμου τελευτῆ τρόπαιον γὰρ
ἐν τῆ κορυφῇ ἐστι, στήλη λιθίνη καὶ Νίκη, ἵνα τοῖς ἐκγόνοις μνήμην παρέχῃ
τῆς τῶν προγόνων ἀρετῆς. Καὶ ἐν μὲν τῆ στήλῃ ἐπιγραφή ἐστιν, ἵνα τὰς τοῦ πολέμου
μάχας ὑπομιμνήσκῃ,
ἡ δὲ Νίκη στέφανον ἔχει ἐπὶ τῆ κεφαλῇ. Δρέψωμεν
καὶ ἡμεῖς ἐκ τῶν ἀγρῶν ἄνθη, ἵνα στέφανον κατασκευάσωμεν
καὶ τοῦτον τῇ Νίκῃ προσκομίσωμεν.
Καὶ οἱ μὲν κοινωνοὶ τοῦ πολέμου, ὅταν βλέπωσιν
εἰς τὸ τρόπαιον, τῶν κοινῶν κινδύνων καὶ πόνων ἀναμιμνῂσκονται, οἱ δ’ ἄλλοι τὰς
ἐκείνων νίκας θαυμάζουσιν, ἵνα καλὴν τῆς ἀρετῆς σπουδὴν λαμβάνωσιν.
῾Υμεῖς δ, ὦ νέοι, ἔστε ὑπόδειγμα ἀρετῆς, ἵνα ἀξίως τῆς πόλεως ἔργα πράξητε
καὶ τὴν τῆς πατρίδος δόξᾳν ἀμείωτον φυλάξητε».