Ἀγησίλαος ἐν Αὐλίδι Βοιωτίας.
Ἐπεὶ οἱ Σπαρτιᾶται ἡγεμόνες ἐν ῾Ελλάδι ἐγεγόνεσαν, ἐκέλευσαν Ἀγησίλαον
πορεύεσθαι εἰς Ἀσίαν ἀπαλλάξοντα τῶν δεινῶν τοὺς ἐν Ασίᾳ ῞Ελληνας. Ἀγησίλαος δὲ παρεσκευάκει
θυσίαν ἐν Αὐλίδι, ἔνθαπερ λέγουσι καὶ Ἀγαμέμνονα, ὅτε ἐπὶ Τροίαν ἐστράτευε, τεθυκέναι.
῾Ιππεῖς δ’ ὅμως τῶν Βοιωτῶν τὰ ἐπὶ τοῦ βωμοῦ ἱερὰ διερρίφεσαν
καὶ τοὺς στρατιώτας τοῦ Ἀγησιλάου ἐδεδιώχεσαν.
Ἀγησίλαος δὲ τοῖς βοιωτάρχοις ἐμήνυσεν· «Ἐγώ τε καὶ οἱ ἐμοὶ στρατιῶται οἰόμεθα
οὐδὲν κακὸν ὑμῖν πεπραχέναι.
῾Υμεῖς δ’ ὅμως τὰ ἱερά τε ἐκ τοῦ βωμοῦ διερρίφατε
καὶ δεδιώχατε
τοὺς μέλλοντας θύσειν. Επεὶ οὖν ταῦτα πεπράχατε,
τοὺς θεοὺς πολεμίους ἕξετε». Εὐθὺς δὲ μετὰ τοῦτο ᾤχετο εἰς ῎Εφεσον.