Άσκηση στον παρατατικό ενεργητικής φωνής του ρ. εἰμί και των βαρύτονων ρ.
Βρες τις 18 λέξεις που είναι τύποι του παρατατικού.

Κάνε κλικ πάνω σ' εκείνη τη λέξη που νομίζεις πως είναι παρατατικός.

Ὁ Περσικὸς στρατὸς ἐπὶ τὰς νήσους τὰς ῾Ελληνικάς.

Αἱ νῆσοι τοῦ Αἰγαίου κατὰ τὸ ἄκρον1 Σούνιόν εἰσιν. Ἐν ταῖς νήσοις τὸ ἀρχαῖον οἱ κάτοικοι ἀμπέλους ἐθεράπευον· περιέκλειον δὲ καὶ ἐχώριζον τὰς ἀμπέλους βάτοις καὶ ἀτραποῖς2. Τῶν νήσων ἡ Νάξος ἔνδοξος ἦν ταῖς ἀμπέλοις, ἡ δὲ Δῆλος τῷ ἱερῷ. Ὅτε ὁ στρατηγὸς τοῦ Δαρείου ἐπὶ τὰς νήσους ἐστράτευε, τὸ πρῶτον ἐπὶ τὴν Νάξον ἀπέβαινεν3. Ἐνταῦθα τοὺς οἴκους ἔκαιε καὶ τὰς ἀμπέλους ἔφθειρεν. Εἶτα πρὸς τὴν Δῆλον τὸν στόλον ἔφερεν. Οἱ κάτοικοι δ’ ὅμως τῆς Δήλου εἰς Τῆνον ἔφευγον. Τότε τοῖς Δηλίοις ὁ στρατηγὸς ἀγγέλους ἔπεμπε καὶ ἔλεγε· «Διατὶ οὐκ ἐμένετε ἐν τῇ νήσῳ; οὐκ ἐγιγνώσκετε ὅτι τὸν αὐτὸν θεὸν καὶ ἡμεῖς θεραπεύομεν;». Οἱ δὲ Δήλιοι ἔλεγον· «Σύ, ὡς λέγεις, φίλος ἔκπαλαι4 ἦσθα τῷ θεῷ· καίτοι δὲ σὺ καὶ οἱ ἄλλοι στρατηγοὶ φίλοι ἦτε, ὅμως δ’ ἐπεβουλεύετε5 τοῖς κατοίκοις τῶν νήσων».
 

Λεξιλόγιο: 1. ακρωτήριο, 2. στενός δρόμος, 3. αποβιβάζομαι, 4. από παλιά, 5. σκέπτομαι κακό εναντίον κάποιου