Εντόπισε τις 19 αντωνυμίες στο παρακάτω κείμενο

Δημοσθένης, Ὑπὲρ Μεγαλοπολιτῶν, 30-32

[30] Οἶμαι τοίνυν ἔγωγε κἀκεῖν’ ἐνθυμεῖσθαι δεῖν, ὅτι μὴ προσδεξαμένων μὲν ὑμῶν τοὺς Μεγαλοπολίτας, ἐὰν μὲν ἀναιρεθῶσι καὶ διοικισθῶσιν, ἰσχυροῖς Λακεδαιμονίοις ἔστιν εὐθὺς εἶναι, ἐὰν δὲ σωθῶσιν ἄρα, ὡς ἤδη τι καὶ παρ’ ἐλπίδας ἐξέβη, βέβαιοι σύμμαχοι Θηβαίων δικαίως ἔσονται· ἂν δὲ προσδέξησθε, τούτοις μὲν ὑπάρξει ἤδη σωθῆναι δι’ ὑμᾶς, τὸ δὲ συμβησόμενον, τὸν τοῦ κινδύνου λογισμὸν μετενεγκόντες, σκοπῶμεν ἐπὶ Θηβαίων καὶ Λακεδαιμονίων. [31] ἂν μὲν τοίνυν καταπολεμηθῶσιν οἱ Θηβαῖοι, ὥσπερ αὐτοὺς δεῖ, οὐκ ἔσονται μείζους τοῦ δέοντος οἱ Λακεδαιμόνιοι, τούτους ἔχοντες ἀντιπάλους τοὺς Ἀρκάδας ἐγγὺς οἰκοῦντας· ἂν δ’ ἀνενέγκωσιν ἄρ’ οἱ Θηβαῖοι καὶ σωθῶσιν, ἀλλ’ οὖν ἀσθενέστεροί γ’ ἔσονται, ἡμῖν συμμάχων γεγενημένων τῶνδε καὶ δι’ ἡμᾶς σεσωμένων. ὥστε πανταχῇ συμφέρει μήτε προέσθαι τοὺς Ἀρκάδας μήτε δι’ αὑτούς, ἂν ἄρα σωθῶσι, περιγεγονέναι δοκεῖν, μηδὲ δι’ ἄλλους τινάς, ἀλλὰ δι’ ὑμᾶς. [32] Ἐγὼ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, μὰ τοὺς θεοὺς οὔτε φιλῶν οὐδετέρους οὔτε μισῶν ἰδίᾳ εἴρηκα, ἀλλ’ νομίζω συμφέρειν ὑμῖν· καὶ παραινῶ μὴ προέσθαι Μεγαλοπολίτας, μηδ’ ἄλλον ἁπλῶς μηδένα τῶν ἐλαττόνων τῷ μείζονι.