Στο επόμενο κείμενο να βρείτε τους τύπους των ενρινολήκτων και υγρολήκτων ρημάτων
Βρες τους 6 τύπους

Τοὺς ἀσώτους καὶ τοὺς μὴ ἔκ τινος περιουσίας ζῶντας τὸ παλαιὸν ἔκρινον οἱ Ἀρεοπαγῖται καὶ ἐκόλαζον. Μενέδημον γοῦν καὶ Ἀσκληπιάδην τοὺς φιλοσόφους, νέους ὄντας καὶ πενομένους μεταπεμψάμενοι οἱ Ἀρεοπαγῖται ἤροντο, πῶς ὅλας τὰς ἡμέρας τοῖς φιλοσόφοις συσχολάζοντες, κεκτημένοι δὲ οὐδέν, οὐ φαίνονται πένητες.

Οἱ δὲ ἐκέλευον μεταπεμφθῆναί τινα τῶν μυλωθρῶν. Ἐλθόντος δ’ ἐκείνου καὶ εἰπόντος ὅτι νυκτὸς ἑκάστης, κατιόντες εἰς τὸν μυλῶνα σύρουσι καὶ αἴρουσι σάκκους καὶ μένοντες μέχρι πρωΐας δύο δραχμὰς ἀμφότεροι λαμβάνουσι, θαυμάσαντες οἱ Ἀρεοπαγῖται παραγγέλλουσι δοθῆναι ἑκάστῳ αὐτῶν δραχμὰς διακοσίας.