Βρείτε στο κείμενο τα τριτόκλιτα φωνηεντόληκτα διπλόθεμα ουσιαστικά
Βρες τα 4 ουσιαστικά του κειμένου.

Δημάδης ὁ πρέσβυς δημηγορῶν ποτε ἐν τῷ τῶν Ἀθηναίων ἄστει καὶ μὴ δυνάμενος πεῖσαι ἄνδρα εὐμεγέθη μὲν τῷ σώματι, ἀλόγιστον δὲ τὴν ψυχήν, τοῦτον τὸν μῦθον εἶπεν· «Ζεὺς πλάσας ἀνθρώπους ἐκέλευσεν Ἑρμῆν νοῦν καὶ πειθὼ αὐτοῖς ἐγχέαι. Κἀκεῖνος, μέτρον ποιήσας μετὰ τῆς Κλωθοῦς, ἴσον ἐνέχεεν ἑκάστῳ. Συνέβη δ’ ὅμως, τοὺς μὲν μικροφυεῖς πληρωθέντας τοῦ μέτρου φρονίμους γενέσθαι, τοὺς δὲ μακροὺς ἅτε μὴ ἀφικομένου τοῦ ποτοῦ μηδὲ μέχρι γονάτων, ἀφρόνους γενέσθαι».