Ἔπηλύς ποτε πένης εἰς Ἀθήνας ἀφικνεῖται καὶ δοῦλος τῷ Διογένει
γίγνεται. Τοῦτον ὁ Διογένης, διὰ τὸ
ἄχαριν καὶ
φίλεριν
εἶναι, δὶς καὶ τρὶς τῆς ἡμέρας ἔδερε. Ὁ δοῦλος
ἄπελπις διὰ
τοῦτο ἦν καὶ μετ’ ὀλίγον
ὁ τάλας ἀπέδρα. Διογένης δ’ ὅμως τὸν
ἄπολιν φυγάδα οὐ διώκει. «Αἰσχρὸν γάρ», ἔλεγεν, «τὸν μὲν δοῦλον ἄνευ
τοῦ Διογένους ὑπομένειν διάγειν, Διογένη δ’ ἄνευ τοῦ δούλου οὔ».