Θῆρας ἐθήρευον λέων καὶ ὄναγρος, ὁ μὲν λέων διὰ τῆς δυνάμεως ὁ δὲ ὄναγρος διὰ τῆς ταχύτητος. Ἐπεὶ δὲ ζῷά τινα ἐθήρευσαν, ὁ λέων μερίζει καὶ τίθησι τρεῖς μοίρας, καὶ «τὴν μὲν μίαν, εἶπε, λήψομαι ὡς πρῶτος· βασιλέα με ὀνομάζουσι· τὴν δὲ δευτέραν, ὡς ἐξ ἴσου κοινωνός ἡ δὲ τρίτη μοῖρα κακόν μέγα σοι ποιήσει, ἄν μὴ φύγῃς».
θῆρας (θήρ, ὁ) = άγρια ζώα
ὄναγρος = άγριος όνος
μερίζει (μερίζω) = κάνει τη διανομή, μοιράζει
μοίρας (μοῖρα, ἡ) = μερίδια
ὡς ἐξ ἴσου κοινωνός = ως συνέταιρος με ίσα δικαιώματα