Άσκηση στις μετοχές ενεργητικής φωνής του ρ. εἰμί και των βαρύτονων ρ. (φωνηεντόληκτων-συμφωνόληκτων)

Εντόπισε τις 17 μετοχές του κειμένου.

Κάνε κλικ στις λέξεις. Οι σωστές λέξεις θα γίνουν έντονες.

Ἑρμῆς

Ἑρμῆς ἐν σπαργάνοις ἔτι ὢν εἰς Πιερίαν παραγίγνεται (= πηγαίνει) κλέψων τὰς βοσκούσας ἐνταῦθα βοῦς τοῦ Ἀπόλλωνος. Κομίσας δ’ αὐτὰς εἰς τὴν πόρρω εὑρισκομένην Πύλον ἐν σπηλαίῳ ἀπέκρυψεν. Ἐκεῖθεν εἰς Κυλλήνην ᾤχετο, ἔνθα εὑρίσκει πρὸ ἄντρου χελώνην νεμομένην (= να βόσκει). Ἐθέλων δὲ κατασκευάσαι λύραν ἐκ τοῦ περιβάλλοντος τὴν χελώνην κύτους (= καύκαλο,κόκαλο) ἐφόνευσε αὐτήν. Ἀπόλλων δ’ εἰς Κυλλήνην ἔρχεται καὶ τοὺς διαμένοντας ἐνταῦθα ἀνακρίνων πυνθάνεται, εἰ τὸν κλέψαντα τὰς βοῦς γιγνώσκουσιν, ἐπαγγελλόμενος (= υποσχόμενος) τῷ μηνύσοντι (= σ' αυτόν που θα του υποδείξει) τὰς βοῦς χάριν ἕξειν. Οὗτοι δὲ λέγουσιν ὡς οὐκ ἐγίγνωσκον τὸν ἡρπακότα ταύτας. Ἀπόλλων δὲ μανθάνει τὸν κεκλοφότα (= αυτόν που τις έκλεψε) ἐκ τῆς μαντικῆς. Εὐθὺς δὲ πρὸς τὴν Μαῖαν μητέρα οὖσαν τοῦ Ἑρμοῦ παραγίγνεται καὶ τὸν παῖδα μηνύει. δὲ δεικνύει τοῦτον ἐν σπαργάνοις ὄντα. Ἀπόλλων δ’ ὅμως οὐ πιστεύσας τῆ μητρὶ ἐκόμισε τὸν παῖδα εἰς τοὺς θεούς. Ἐπεὶ δὲ οἱ θεοὶ ἐκέλευσαν, ἔλεγε τῷ ὄντι κεκλοφέναι τὰς βοῦς καὶ κεκρυφέναι ταύτας ἐν σπηλαίῳ. ῎Ερχεται οὖν Ἀπόλλων εἰς Κυλλήνην καὶ εὑρίσκει τὰς βοῦς. Ἀκούσας δὲ ἐνταῦθα τῆς λύρας χαρίζεται αὐτῷ τὰς βοῦς καὶ διδάσκει τὴν μαντικήν. Ζεὺς δὲ τὸν Ἑρμῆν κήρυκα τῶν ὑποχθονίων (= των κάτω από τη γη) θεῶν ἀναγορεύει.

εικόνα μηνύματος
Θα πρέπει να βρεις ακόμη 26
Λέξεις που βρέθηκαν 0 / 26