Οἱ μέριμνες τοῦ βίου καὶ ἡ ἐναπόθεσή τους στὴν Παναγία

  

“Ἐκύκλωσαν,  αἱ τοῦ βίου μέ ζάλαι, ὥσπερ μέλισσαι κηρίον Παρθένε, καί τήν ἐμήν κατασχοῦσαι καρδίαν, κατατιτρώσκουσι βέλει τῶν θλίψεων”, ἀναφωνεὶ  πρὸς τὴν Παναγία ὁ ὑμνωδὸς στὸν Μέγα Παρακλητικὸ Κανόνα. Παρομοιάζει τὶς μέριμνες τῆς καθημερινῆς ζωῆς μὲ τὶς μέλισσες. Ὅπως οἱ μέλισσες μέσα στὴν κυψέλη προκαλοῦν βουητὸ ἀνακινώντας τὰ φτερά τους, κατὰ τὸν ἴδιο τρόπο οἱ μέριμνες τῆς καθημερινότητας μᾶς ζαλίζουν, δὲν μᾶς ἀφήνουν  νὰ ἠρεμήσουμε μέρα  καὶ  νύχτα, μᾶς βασανίζουν καὶ μᾶς ὁδηγοῦν σὲ ἀπόγνωση. 

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 13 Αὐγούστου 2023, Ι΄ Ματθαίου (Α΄Κορ. δ΄ 9-16)

9 διωκόμενοι ἀλλ᾿ οὐκ ἐγκα­ταλειπόμενοι, καταβαλ­λόμενοι ἀλλ᾿ οὐκ ἀπολ­λύ­­­­­­­­­­­­­­­­­­­­­­­­­­μενοι, 10 πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. 11 ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12 ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. 13 ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπί­στευ­σα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λα­λοῦμεν, 14 εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. 15 τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχα­ριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ. 16 Διὸ οὐκ ἐκκακοῦμεν, ἀλλ᾿ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄν­θρωπος διαφθείρεται, ἀλλ᾿ ὁ ἔσωθεν ἀνακαινοῦται ἡ-μέρᾳ καὶ ἡμέρᾳ.

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 13 Αὐγούστου 2023, Ι΄ Ματθαίου (Ματθ. ιζ΄ 14-23)

Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῶ Ἰησοῦ, γονυπε­τῶν αὐτὸν καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κα­κῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπι­στος καὶ διεστραμμένη! ἕως πότε ἔ­­­σομαι μεθ᾿ ὑμῶν; ἕως πότε ἀν­έξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾿ αὐ­­τοῦ τὸ δαιμόνιον καὶ ἐθερα­­πεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾿ ἰδί­­αν εἶπον· διατί ἡμεῖς οὐκ ἠ­­­δυνήθημεν ἐκβαλεῖν αὐτό; ὁ δὲ Ἰησοῦς εἶπεν αὐ­τοῖς· διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔ­­­χητε πίστιν ὡς κόκκον σι­­­νά­πεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, με­τάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀ­δυ­νατήσει ὑμῖν. τοῦτο δὲ τὸ γένος οὐκ ἐκ­­πορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Ἀναστρεφομένων δὲ αὐ­τῶν εἰς τὴν Γαλιλαίαν εἶ­­πεν αὐτοῖς ὁ Ἰησοῦς· μέλλει­ ὁ υἱὸς τοῦ ἀνθρώπου πα­­­­­ραδίδοσθαι εἰς χεῖρας ἀν­­θρώπων καὶ ἀποκτενοῦσιν αὐ­­τόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθή­­σεται. 

Όπως αναφέρεται στην Καινή Διαθήκη (Ματθαίου ιζ' 1-13, Μάρκου θ' 2-12, Λουκά θ' 28-36), ο Χριστός πήρε μαζί του τους μαθητές του Πέτρο, Ιάκωβο και Ιωάννη και ανέβηκαν μαζί σ’ ένα βουνό, πιθανώς το Θαβώρ της Γαλιλαίας, για να προσευχηθούν. Οι τρεις μαθητές Του, κουρασμένοι από τη δύσκολη ανάβαση στο βουνό, κάθισαν να ξεκουραστούν κι έπεσαν σε βαθύ ύπνο. 

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 6 Αὐγούστου 2023, Ἡ Μεταμόρφωση τοῦ Σωτῆρος (Β΄ Πέτρου α΄ 10-19)

 10 διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε. 11 οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. 12 Διὸ οὐκ ἀμελήσω ἀεὶ ὑμᾶς ὑπομιμνήσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ. 13 δίκαιον δὲ ἡγοῦμαι, ἐφ᾿ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει, 14 εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέ μοι. 15 σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι. 16 οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ᾿ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος. 17 λαβὼν γὰρ παρὰ Θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ἐγὼ εὐδόκησα, – 18 καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν, σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ. 19 καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν.

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 6 Αὐγούστου 2023, Ἡ Μεταμόρφωση τοῦ Σωτῆρος (Ματθ. ιζ΄ 1-9)

 Καὶ μεθ᾿ ἡμέρας ἓξ παρα­λαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰω­άννην τὸν ἀδελφὸν αὐ­τοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄ­­­ρος ὑψηλὸν κατ᾿ ἰδίαν· 2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥ­­­λιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγέ­νετο λευκὰ ὡς τὸ φῶς. 3 καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες. 4 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ. 5 ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκία­­σεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός­­ ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε. 6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. 7 καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· ἐ­­­γέρθητε καὶ μὴ φοβεῖσθε. 8 ἐπάραντες δὲ τοὺς ὀφθαλ­μοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον. 9 καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.

Το κανάλι μας στο youtube

Μέγας Παρακλητικός Κανών στην Παναγία.

Φωτογραφικό αφιέρωμα στον +π. Παναγιώτη Σαραντακκλησιώτη

Πανηγυρικός Αρχιερατικός Εσπερινός στην Παναγία

Ο καιρός στην Ορεστιάδα

027073
ΣήμεραΣήμερα24
ΧθεςΧθες71
Αυτή την εβδομάδαΑυτή την εβδομάδα171
Αυτό το μήναΑυτό το μήνα831
Όλες τις ημέρεςΌλες τις ημέρες27073