Γέροντας Ανανίας: Γιατί μετέστη ο Απόστολος Ιωάννης;
(Επιμέλεια Στέλιος Κούκος)
Εξεφωνήθη την 19η Σεπτεμβρίου 2007
[…] Στον Άγιο Ιωάννη τον Θεολόγο, 26 Σεπτεμβρίου. Κι εδώ σταματάμε. Είναι η μετάσταση του αγίου Ιωάννου του Θεολόγου.
Τι έγινε με τον άγιο Ιωάννη τον Θεολόγο; Την ιστορία την ξέρομε, βέβαια, από τις Γραφές, το ευαγγέλιο, έχει γράψει και ευαγγέλιο, έχει γράψει την «Αποκάλυψη», ώρες μπορούμε να μιλάμε για τον άγιο Ιωάννη. Τι θα πει μετάσταση; Ενός άλλου του λέει μνήμη. Τι σημαίνει μετάσταση; Πού άλλου λέμε μετάσταση; Στην Κοίμηση της Θεοτόκου. Λέμε Κοίμησις και Μετάστασις της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και αειπαρθένου Μαρίας.
Περισσότερα: Γέροντας Ανανίας: Γιατί μετέστη ο Απόστολος Ιωάννης;
Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 24 Σεπτεμβρίου 2023, ΛΓ΄ Ἐπιστολῶν (Β΄ Τιμ. γ΄ 10-15)
10 Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, 11 τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένοντο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις. οἵους διωγμοὺς ὑπήνεγκα! καὶ ἐκ πάντων με ἐρρύσατο ὁ Κύριος. 12 καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· 13 πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. 14 σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, 15 καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.
Περισσότερα: Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 24 Σεπτεμβρίου 2023, ΛΓ΄ Ἐπιστολῶν (Β΄ Τιμ. γ΄ 10-15)
Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 24 Σεπτεμβρίου 2023, Α΄ Λουκᾶ (Λουκ. ε΄ 1-11)
Τῷ καιρῷ ἐκείνῳ, ἑστὼς ὁ ᾿Ιησοῦς παρὰ τὴν λίμνην Γεννησαρέτ, εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου
τοὺς ὄχλους. ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα, δι᾿ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ρήματί σου χαλάσω τὸ δίκτυον. καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν ᾿Ιησοῦ λέγων· ἔξελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, ὁμοίως δὲ καὶ ᾿Ιάκωβον καὶ ᾿Ιωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ ᾿Ιησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.
Περισσότερα: Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 24 Σεπτεμβρίου 2023, Α΄ Λουκᾶ (Λουκ. ε΄ 1-11)
Ὄχι ἐπανάσταση, ἀλλὰ ἀνάσταση
Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 17 Σεπτεμβρίου 2023, μετὰ τὴν Ὕψωσιν (Γαλ. β΄ 16-20)
16 εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. 17 εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο. 18 εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. 19 ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. 20 Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
Περισσότερα: Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 17 Σεπτεμβρίου 2023, μετὰ τὴν Ὕψωσιν (Γαλ. β΄ 16-20)
Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 17 Σεπτεμβρίου 2023, μετὰ τὴν Ὕψωσιν (Μάρκ. η΄ 34 – θ΄ 1)
Εἶπεν ὁ Κύριος· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
Περισσότερα: Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 17 Σεπτεμβρίου 2023, μετὰ τὴν Ὕψωσιν (Μάρκ. η΄ 34 – θ΄ 1)
Σελίδα 52 από 68
Φήμη Μητροπολίτου Δ.Ο. & Σ. κ Δαμασκηνού
Μέγας Παρακλητικός Κανών στην Παναγία.
Φωτογραφικό αφιέρωμα στον +π. Παναγιώτη Σαραντακκλησιώτη
Πανηγυρικός Αρχιερατικός Εσπερινός στην Παναγία
Ο καιρός στην Ορεστιάδα
Επισκέπτες
Σήμερα | 79 | |
Χθες | 68 | |
Αυτή την εβδομάδα | 79 | |
Αυτό το μήνα | 445 | |
Όλες τις ημέρες | 31115 |