Ὁ ἅγιος Εὐαγγελιστής Λουκᾶς

Σήμερα ἡ ἁγία μας Ἐκκλησία ἑορτάζει τὴν μνήμη τοῦ ἁγίου ἀποστόλου καὶ εὐαγγελιστῆ Λουκᾶ. Γιά μένα προσωπικὰ σήμερα εἶναι διπλὴ ἑορτή, διότι ἔχω τὴν μεγάλη τιμὴ καὶ εὐλογία νά φέρω τὸ ὄνομα τοῦ μεγάλου αὐτοῦ ἀποστόλου καὶ εὐαγγελιστῆ. Χτές στόν μεγάλο ἐσπερινὸ ἀκούσατε πώς τὸν ὀνομάζει ἡ Ἐκκλησία· τὸν καλεῖ οὐρανὸ καὶ ἀστραπή. Ὑπάρχει μεγαλύτερη τιμὴ ἀπὸ τὸ νά καλεῖται κανεὶς οὐρανὸς καὶ ἀστραπὴ τῆς Ἐκκλησίας; Ἀσφαλῶς ὄχι. Καὶ ἑγὼ δέν ἔχω τίποτα νά προσθέσω στήν δόξα τοῦ μεγάλου αὐτοῦ ἀποστόλου. Θέλω μόνο νά καταλάβετε ποιὸ εἶναι τὸ μεγαλεῖο του καὶ γιατὶ αὐτὸς καλεῖται οὐρανός, ἀστραπὴ καὶ φωστῆρας τῆς Ἐκκλησίας.

Βεβαίως εἶναι ἄξιος νά ὀνομάζεται ἔτσι καὶ ἔχει μάλιστα διπλή τιμή, διότι κόπιασε πολύ, ὅπως καὶ οἱ ἄλλοι ἀπόστολοι, κηρύττοντας τὸ Εὐαγγέλιο τοῦ Χριστοῦ, ἀλλὰ ἐκτὸς ἀπ’ αὐτὸ καὶ ὁ ἴδιος ὑπῆρξε συγγραφέας τοῦ Εὐαγγελίου. Ἔχετε ἀκούσει καὶ γνωρίζετε καλὰ τοὺς ἀφαντάστους κόπους, τοὺς κινδύνους καὶ τοὺς διωγμούς πού ὑπέφεραν οἱ ἀπόστολοι τοῦ Χριστοῦ. Ἀπὸ τοὺς δώδεκα ἀποστόλους ὅλοι, ἐκτὸς ἀπὸ τὸν ἅγιο Ἰωάννη τὸν Θεολόγο, ὁ ὁποῖος καὶ αὐτὸς ὑπέστη πολλοὺς διωγμοὺς καὶ βάσανα, τελείωσαν τὴν ζωὴ τους μαρτυρικά.

Ἡ Ἐλπίδα μας

Γεωργίου’Ι. Μαντζαρίδη,

Ὁμότιμου καθηγητῆ τῆς Θεολογικῆς Σχολῆς τοῦ Α.Π.Θ.

Ὅλοι οἱ ἄνθρωποι ζοῦν μέ κάποια ἐλπίδα. Ἀλλά ὅταν παύει ἡ ζωή, ἀφανίζεται καί ἡ ἐλπίδα. Καί αὐτό συμβαίνει, γιατί ὅλες οἱ ἀνθρώπινες ἐλπίδες οἰκοδομοῦνται στό ἐπίπεδο τοῦ κόσμου καί ἀδυνατοῦν νά ὑπερβοῦν τό φράγμα τοῦ θανάτου. Ἡ χριστιανική ὅμως ἐλπίδα, πού θεμελιώνεται στό πρόσωπο τοῦ Χριστοῦ, διασκελίζει τό φράγμα τοῦ θανάτου καί εἰσχωρεῖ στήν ὄντως ζωή. Γι’ αὐτό καί ὁ ἀπόστολος Παῦλος διακρίνει τούς ἀνθρώπους σέ δύο μεγάλες κατηγορίες: στούς Χριστιανούς, πού ὄντως ἔχουν ἐλπίδα, καί στούς «μή ἔχοντας ἐλπίδα».

Ἀποστολικό Ἀνάγνωσμα Κυριακῆς 18 Ὀκτωβρίου 2026, Τοῦ Εὐαγγελιστοῦ Λουκᾶ (Κολ. δ΄ 5-11,14-18)

Ἀδελφοί, ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξα­γοραζόμενοι. ὁ λόγος ὑμῶν πάν­τοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Τὰ κατ’ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυ­χικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε. Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναι­χμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρνάβα, — περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν, — καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄν­τες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγε­νή­θησάν μοι παρηγορία. ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δη­μᾶς. ἀ­σπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελ­φοὺς καὶ Νυμφᾶν καὶ τὴν κατ’ οἶκον αὐτοῦ ἐκκλησίαν· καὶ ὅταν ἀναγνω­σθῇ παρ’ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀνα­γνω­σθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. καὶ εἴπατε Ἀρχίππῳ· βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυ­ρίῳ, ἵνα αὐτὴν πληροῖς. Ὁ ἀσπα­σμὸς τῇ ἐ­μῇ χειρὶ Παύλου. μνημονεύετέ μου τῶν δε­σμῶν. Ἡ χάρις μεθ’ ὑμῶν· ἀμήν.

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 18 Ὀκτωβρίου 2026, Τοῦ Εὐαγγελιστοῦ Λουκᾶ (Λουκ. ι΄ 16-21)

16 Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. 17 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. 18 Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 19 ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. 20 πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. 21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 11 Ὀκτωβρίου 2026, Τῶν Ἁγίων Πατέρων Ζ΄ Οἰκ. Συνόδου (Τίτ. γ΄ 8-15)

8 Πιστὸς ὁ λόγος· καὶ πε­­ρὶ τούτων βούλομαί σε δια­­βεβαιοῦσθαι, ἵνα φρον­­τί­­ζωσι καλῶν ἔργων προΐ­στασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώ­ποις· 9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. 10 αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. 12 Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13 Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρό­πεμ­­­ψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. 15 Ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 11 Ὀκτωβρίου 2026, Δ΄ Λουκᾶ (Λουκ. η΄ 5-15)

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό· καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τίς εἴη ἡ παραβολὴ αὕτη; ὁ δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέπον­τες μὴ βλέπωσι καὶ ἀ­κού­οντες μὴ συνιῶσιν. ἔστι δὲ αὕτη ἡ παραβολή· ὁ σπό­ρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαν­τες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ρίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀ­κούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλού­του καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσι. τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κα­τέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ. ταῦτα λέ­γων ἐφώνει· ὁ ἔ­χων ὦτα ἀκούειν ἀκουέτω.