Λέων καὶ ἀλώπηξ.
Λέων ἐπιτυχὼν
1 λαγωῷ καθεύδοντι τοῦτον ἐβούλετο καταφαγεῖν.
Μεταξὺ δ’ ἔλαφον παρελθοῦσαν ἰδὼν
ἐκεῖνον ἀπέλυσε καὶ τῆ ἐλάφῳ ἐπέδραμεν·
ἐνόμιζε γὰρ πλείονα τροφὴν ἕξειν, ἐὰν τὴν ἔλαφον συλλάβῃ.
Ὁ μὲν οὖν λαγωὸς ἀκούσας τῶν ψόφων2 ἔφυγεν·
ὁ δὲ λέων ἐπιδραμὼν
τῆ ἐλάφῳ καὶ ἀποκαμὼν3
οὐχ οἷός τ’ ἦν ταύτην καταλαβεῖν.
Διὸ ταύτην καταλιπὼν
ἐπὶ τὸν λαγωὸν ἐπανῆλθε
λογιζόμενος· «Εὕροιμι
τὸν λαγωόν· ἱκανόν μοί ἐστιν ἐν τῷ παρόντι οὗτος». Επεὶ δ’ ὅμως τὸν λαγωὸν οὐχ ηὗρεν, εἶπε·
«Δίκαια ἔπαθον,
ὅτι ἔλαθον⁴
καὶ τὴν ἐν χερσὶ βορὰν⁵ ἀπολέσας». Ἀλώπηξ δὲ παρατυχοῦσα εἶπεν
αὐτῷ· «Μάθε
ὡς ἄφρων εἷ· τὸ γὰρ ὑπάρχον ἀγαθὸν περιιδὼν⁶
ἐπὶ ἀβεβαίαν ἐλπίδα ἔδραμες».
Σημειώσεις: 1. συναντώ, 2. θόρυβος,
κρότος, 3. κουράζομαι, 4. ἔλαθον ἀπολέσας: χωρίς να καταλάβω έχασα, 5. λεία, 6.
περιορῶ: περιφρονώ