Θεωρία
Ασκήσεις
»
Άσκηση στα δευτερόκλιτα επίθετα
Βρες τις 12 λέξεις που είναι δευτερόκλιτα επίθετα. Κάποιες από αυτές επαναλαμβάνονται.
Κάνε κλικ πάνω σ' εκείνη τη λέξη που νομίζεις πως είναι δευτερόκλιτο επίθετο.
ΖΗΝ.: Σὺ δέ, ὦ Καλλιδημίδη, πῶς ἀπέθανες; Ἐγὼ μὲν γὰρ
παράσιτος
ὢν Δεινίου πλέον
τοῦ ἱκανοῦ
ἐμφαγὼν ἀπεπνίγην.
ΚΑΛ.: Τὸ δὲ ἐμὸν
παράδοξόν
τι ἐγένετο. Οἶσθα γὰρ καὶ σύ που Πτοιόδωρον τὸν γέροντα;
ΖΗΝ.:
Τὸν ἄτεκνον
,
τὸν πλούσιον
;
ΚΑΛ.: Ἐκεῖνον αὐτὸν ἀεὶ ἐθεράπευον ὑπισχνούμενον ἐπ’ ἐμοὶ τεθνήξεσθαι. Ἐπεὶ δὲ ὑπὲρ τὸν Τιθωνὸν ὁ γέρων ἔζη,
ἐπίτομόν
τινα ὁδὸν ἐπὶ τὸν κλῆρον ἐξηῦρον· πριάμενος γὰρ φάρμακον ἀνέπεισα τὸν οἰνοχόον, ἐπειδὰν τάχιστα ὁ Πτοιόδωρος αἰτήσῃ πιεῖν, ἐμβαλόντα εἰς κύλικα
ἕτοιμον
ἔχειν αὐτὸ καὶ ἐπιδοῦναι αὐτῷ· εἰ δὲ τοῦτο ποιήσει,
ἐλεύθερον
ἐπωμοσάμην ἀφήσειν αὐτόν.
ΖΗΝ.: Τί οὖν ἐγένετο; Πάνυ γάρ τι
παράδοξον
ἐρεῖν ἔοικας.
ΚΑΛ.: Ἐπεὶ τοίνυν λουσάμενοι ἥκομεν, δύο δὴ ὁ μειρακίσκος κύλικας
ἑτοίμους
ἔχων οὐκ οἶδ’ ὅπως ἐμοὶ μὲν τὸ φάρμακον, Πτοιοδώρῳ δὲ τὸ
ἀφάρμακτον
ἔδωκεν· εἶτα ὁ μὲν ἔπινεν, ἐγὼ δὲ αὐτίκα μάλα ἐκτάδην ἐκείμην
ὑποβολιμαῖος
ἀντ’ ἐκείνου νεκρός. Τί τοῦτο γελᾷς, ὦ Ζηνόφαντε; Καὶ μὴν οὐκ ἔδει γε ἑταίρῳ ἀνδρὶ ἐπιγελᾶν.
ΕΝΤΑΞΕΙ
ΕΞΟΔΟΣ
Επανάληψη
© Γιάννης Παπαθανασίου - Ελληνικός Πολιτισμός